Ο αρχαίος Έλληνας βασιλιάς, που έδινε το βασίλειό του για τον έρωτα μιας γυναίκας, της Κίρκης… – του Γ. Λεκάκη

Του Γιώργου Λεκάκη

Στα ερωτικά παθήματα, ο Παρθένιος αναφέρει και «Περὶ Κάλχου»:

[12.1] Λέγεται δὲ καὶ Κίρκης, πρὸς ἣν Ὀδυσσεὺς ἦλθε, Δαύνιόν[1] τινα Κάλχον ἐρασθέντα τήν τε βασιλείαν ἐπιτρέπειν τὴν Δαυνίων αὐτῇ καὶ ἄλλα πολλὰ μειλίγματα παρέχεσθαι· τὴν δὲ ὑποκαομένην Ὀδυσσέως (τότε γὰρ ἐτύγχανε παρὼν) ἀποστυγεῖν τε αὐτὸν καὶ κωλύειν ἐπιβαίνειν τῆς νήσου. [12.2] ἐπεὶ μέντοι οὐκ ἀνίει φοιτῶν καὶ διὰ στόμα ἔχων τὴν Κίρκην, μάλα ἀχθεσθεῖσα ὑπέρχεται αὐτόν, καὶ αὐτίκα εἰσκαλεσαμένη τράπεζαν αὐτῷ παντοδαπῆς θοίνης πλήσασα παρατίθησιν· ἦν δ᾿ ἄρα φαρμάκων ἀνάπλεω τὰ ἐδέσματα, φαγών τε ὁ Κάλχος εὐθέως παραπλὴξ γίνεται, καὶ αὐτὸν ἤλασεν ἐς συφεούς. ἐπεὶ μέντοι μετὰ χρόνον Δαύνιος στρατὸς ἐπῄει τῇ νήσῳ ζήτησιν ποιούμενος τοῦ Κάλχου, μεθίησιν αὐτόν, πρότερον ὁρκίοις καταδησαμένη, μὴ ἀφίξεσθαί ποτε εἰς τὴν νῆσον μήτε μνηστείας μήτε ἄλλου του χάριν.

ΑΠΟΔΟΣΙΣ Γ. Λεκάκη:

12.1: Λέγεται επίσης ότι κάποιος Δαύνιος[1] ονόματι Κάλχος ερωτεύτηκε την Κίρκη, στο νησί της οποίας (την Αία) είχε φτάσει και ο Οδυσσέας. Ο Κάλχος ήταν τόσο ερωτευμένος μαζί της, ώστε ήταν πρόθυμος να της παραχωρήσει ακόμη και την βασιλεία του, ενώ της πρόσφερε και πολλά άλλα μειλίγματα (γλυκά δώρα) και δείγματα αγάπης.

Η Κίρκη όμως, επειδή ήταν καιγόταν από ερωτα με τον Οδυσσέα (ο οποίος ετύχανε τότε να είναι παρών), αντιπαθούσε τον Κάλχο και δεν του έφερνε κωλύματα ακόμη και να αποβιβαστεί στο νησί.

12.2: Επειδή όμως εκείνος δεν σταματούσε να πηγαίνει συνεχώς κοντά της και να της μιλά αδιάκοπα, εκείνη αγανάκτησε πολύ και αποφάσισε να τον παγιδεύσει. Τον προσκάλεσε, λοιπόν, αμέσως σε γεύμα και του παρέθεσε τραπέζι γεμάτο από κάθε λογής φαγητά. Όμως τα εδέσματα ήταν ανακατεμένα με φάρμακα (μαγικά φίλτρα). Μόλις ο Κάλχος έφαγε, έγινε παράπληκτος / μανιακός (έχασε αμέσως τα λογικά του) και η Κίρκη τον έκλεισε στα χοιροστάσια. Ύστερα από κάποιο χρονικό διάστημα, όμως, στρατός των Δαυνίων έφτασε στο νησί αναζητώντας τον βασιλιά του, τον Κάλχο. Τότε η Κίρκη τον απελευθέρωσε, αφού πρώτα τον δέσμευσε με όρκο ότι δεν θα ξαναερχόταν ποτέ στο νησί της, ούτε για μνηστεία (να την ζητήσει σε γάμο) ούτε για οποιονδήποτε άλλο λόγο.

ΠΗΓΗ: Γ. Λεκακης “Λεξικο παραδοσεων”. ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ, 4.5.2000.

(*) Αξίζει να αναφερθεί πως ερωτευμένοι με την Κίρκη υπήρξαν – πλην Οδυσσέως και Κάλχου – και οι Γλαύκος, ο Πίκος (τον μεταμόρφωσε σε δρυοκολάπτη) και ο Τηλέμαχος ο γιος του Οδυσσέα.

Two winged horses trampling a central beast in a classical stone relief; Greek captions appear above and 'ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ' at the bottom.

Αρχαία τραπεζοφόρος από την Δαυνία, με δύο γρύπες που κατασπαράσσουν ελαφίνα. Οι γρύπες είναι θρακικό ελληνικό σύμβολο. Αυτό το δαουνικό γλυπτό είναι σε πολύχρωμο μάρμαρο. Έργο τέχνης του 4ου αιώνα π.Χ. Βρέθηκε στο Άσκολι Σατριανό / Ascoli Satriano (αρχαίο Ασκουλο / Ausculum – Asculum Apulum / Απουλιας – σημαντικό κέντρο των Δαυνίων) νυν μικρή γραφική πόλη της Απουλίας. Πρόκειται για μοναδικό έργο τεχνης του είδους του – ΠΗΓΗ Φ. Ισμαν (1945; – ) Ιταλός δημοσιογράφος, “Οι Ληστές της Χαμένης Τέχνης: Η Λεηλασία της Αρχαιολογίας στην Ιταλία“, εκδ. Skira, 2009.

Large ancient Greek black-figure amphora on a pedestal, with several smaller vases in front, in a museum display.

ΣΗΜΕΙΩΣΙΣ:

[1] Η Δαυνία ήταν αρχαία ελληνική περιοχή της Απουλίας, στην μέση ιταλική χερσόνησο. Μεταξύ της Αδριατικής Θάλασσας και από το ακρωτήριο Γάργανο / Γκαργκάνο, την εύφορη πεδιάδα Ταβολιέρε και έως τα βουνα Απέννινα. Οι κάτοικοί της ονοματίσθηκαν και κατάγονταν από τον Δαύνο / Δαύνιο, γιο του Λυκάονος του Τρώα, άρα Έλλην, αδελφός του Ιάπυγα, του Πευκητίου και του Πανδάρου, που πρώτος κατοίκησε την περιοχή. Ο Ήφαιστος σφυρηλάτησε ένα σπαθί για αυτόν, στα νερά της Στυγός! Οι Δαυνίτες / Δαύνιοι ήταν φυλή των Ιαπύγων Κρητών και κατείχαν ολόκληρη την δυτική ακτή της Αδριατικής. Όταν η Δαυνία κατακτήθηκε από τους Ρωμαίους, οι οποίοι κατέστρεψαν 81 πόλεις της και σκότωσαν 10,000 άνδρες της. Από την Δαυνία περνούσε η Αππία Οδός, που συνέδεε Ρώμη – Βρινδήσιο (νυν Μπρίντεζι). Υπήρχε στην περιοχή αρχαιο ιερόν της θεάς Αθηνάς, όπου τα όπλα του ήρωος Διομήδους του βασιλιά του Άργους, και των συντρόφων του. Στην Δαυνία εκτρέφονταν σκυλιά, τα οποία υποδέχονταν με χαρά τους περαστικούς Έλληνες!

Page from Strabo’s Geographica showing Greek text with blue archival captions reading 'ΣΤΡΑΒΩΝ ΓΕΩΓΡΑΦΙΚΑ ΓΙΑ ΔΑΥΝΙΟΥΣ' and 'ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ'.

ΠΗΓΗ: Βιργίλιος “Αινειάς”, XII,91. Νίκανδρος. Πολύβιος. Σκύλαξ. Στράβων “Γεωγραφικά”, κεφ. Ε και Στ:

Ε, 1.9: Τῆς δὲ τοῦ Διομήδους δυναστείας περὶ τὴν θάλατταν ταύτην αἵ τε Διομήδειοι νῆσοι μαρτύρια καὶ τὰ περὶ Δαυνίους καὶ τὸ Ἄργος τὸ Ἵππιον ἱστορούμενα· περὶ ὧν ἐροῦμεν ἐφ᾽ ὅσον πρὸς ἱστορίαν χρήσιμον͵ τὰ δὲ πολλὰ τῶν μυθευομένων ἢ κατεψευσμένων ἄλλως ἐᾶν δεῖ͵ οἷον τὰ περὶ Φαέθοντα καὶ τὰς Ἡλιάδας τὰς ἀπαιγειρουμένας περὶ τὸν Ἠριδανόν͵ τὸν μηδαμοῦ γῆς ὄντα͵ πλησίον δὲ τοῦ Πάδου λεγόμενον͵ καὶ τὰς Ἠλεκτρίδας νήσους τὰς πρὸ τοῦ Πάδου καὶ μελεαγρίδας ἐν αὐταῖς· οὐδὲ γὰρ τούτων οὐδέν ἐστιν ἐν τοῖς τόποις. τῶι δὲ Διομήδει παρὰ τοῖς Ἑνετοῖς ἀποδεδειγμέναι τινὲς ἱστοροῦνται τιμαί· καὶ γὰρ θύεται λευκὸς ἵππος αὐτῶι͵ καὶ δύο ἄλση τὸ μὲν ῞Ηρας Ἀργείας δείκνυται τὸ δ᾽ Ἀρτέμιδος Αἰτωλίδος. προσμυθεύουσι δ᾽͵ ὡς εἰκός͵ τὸ ἐν τοῖς ἄλσεσι τούτοις ἡμεροῦσθαι τὰ θηρία καὶ λύκοις ἐλάφους συναγελάζεσθαι͵ προσιόντων δὲ τῶν ἀνθρώπων καὶ καταψώντων ἀνέχεσθαι͵ τὰ δὲ διωκόμενα ὑπὸ τῶν κυνῶν͵ ἐπειδὰν καταφύγηι δεῦρο͵ μηκέτι διώκεσθαι. φασὶ δέ τινα τῶν πάνυ γνωριζόμενον ὡς εἴη φιλέγγυος καὶ σκωπτόμενον ἐπὶ τούτωι περιτυχεῖν κυνηγέταις λύκον ἐν τοῖς δικτύοις ἔχουσιν· εἰπόντων δὲ κατὰ παιδιάν͵ εἰ ἐγγυᾶται τὸν λύκον ἐφ᾽ ὧιτε τὰς ζημίας ἃς εἴργασται διαλύσειν͵ ἀφήσειν αὐτὸν ἐκ τῶν λίνων͵ ὁμολογῆσαι. ἀφεθέντα δὲ τὸν λύκον ἵππων ἀγέλην ἀπελάσαντα ἀκαυτηριάστων ἱκανὴν προσαγαγεῖν πρὸς τὸν τοῦ φιλεγγύου σταθμόν· τὸν δ᾽ ἀπολαβόντα τὴν χάριν καυτηριάσαι τε τὰς ἵππους λύκον͵ καὶ κληθῆναι λυκοφόρους͵ τάχει μᾶλλον ἢ κάλλει διαφερούσας· τοὺς δ᾽ ἀπ᾽ ἐκείνου διαδεξαμένους τό τε καυτήριον φυλάξαι καὶ τοὔνομα τῶι γένει τῶν ἵππων͵ ἔθος δὲ ποιῆσαι θήλειαν μὴ ἐξαλλοτριοῦν͵ ἵνα μένοι παρὰ μόνοις τὸ γνήσιον γένος͵ ἐνδόξου γενομένης ἐνθένδε ἱππείας. νυνὶ δέ͵ ὥσπερ ἔφαμεν͵ πᾶσα ἐκλέλοιπεν ἡ τοιαύτη ἄσκησις. μετὰ δὲ τὸ Τίμαυον ἡ τῶν Ἰστρίων ἐστὶ παραλία μέχρι Πόλας͵ ἣ πρόσκειται τῆι Ἰταλίαι. μεταξὺ δὲ φρούριον Τεργέστε Ἀκυληίας διέχον ἑκατὸν καὶ ὀγδοήκοντα σταδίους· ἡ δὲ Πόλα ἵδρυται μὲν ἐν κόλπωι λιμενοειδεῖ νησίδια ἔχοντι εὔορμα καὶ εὔκαρπα͵ κτίσμα δ᾽ ἐστὶν ἀρχαῖον Κόλχων τῶν ἐπὶ τὴν Μήδειαν ἐκπεμφθέντων͵ διαμαρτόντων δὲ τῆς πράξεως καὶ καταγνόντων ἑαυτῶν φυγήν «τὸ μὲν φυγάδων κεν ἐνίσποι Γραικὸς» ὡς Καλλίμαχος εἴρηκεν «ἀτὰρ κείνων γλῶσσ᾽ ὀνόμηνε Πόλας. τὰ μὲν δὴ πέραν τοῦ Πάδου χωρία οἵ τε Ἑνετοὶ νέμονται καὶ οἱ [Ἴστριοι] μέχρι Πόλας». ὑπὲρ δὲ τῶν Ἑνετῶν Κάρνοι καὶ Κενόμανοι καὶ Μεδόακοι καὶ Ἴνσουβροι͵ ὧν οἱ μὲν πολέμιοι τοῖς Ῥωμαίοις ὑπῆρξαν͵ Κενόμανοι δὲ καὶ Ἑνετοὶ συνεμάχουν καὶ πρὸ τῆς Ἀννίβα στρατείας͵ ἡνίκα Βοΐους καὶ Ἰνσούβρους ἐπολέμουν͵ καὶ μετὰ ταῦτα.

4.2: Ἔστι δ΄ ἡ Πικεντίνη μετὰ τὰς τῶν Ὀμβρικῶν πόλεις τὰς μεταξὺ Ἀριμίνου καὶ Ἀγκῶνος. ὥρμηνται δ΄ ἐκ τῆς Σαβίνης οἱ Πικεντῖνοι͵ δρυοκολάπτου τὴν ὁδὸν ἡγησαμένου τοῖς ἀρχηγέταις͵ ἀφ΄ οὗ καὶ τοὔνομα· πῖκον γὰρ τὸν ὄρνιν τοῦτον ὀνομάζουσι͵ καὶ νομίζουσιν Ἄρεως ἱερόν. οἰκοῦσι δ΄ ἀπὸ τῶν ὀρῶν ἀρξάμενοι μέχρι τῶν πεδίων καὶ τῆς θαλάττης͵ ἐπὶ μῆκος ηὐξημένην ἔχοντες μᾶλλον ἢ πλάτος τὴν χώραν͵ ἀγαθὴν πρὸς ἅπαντα͵ βελτίω δὲ τοῖς ξυλίνοις καρποῖς ἢ τοῖς σιτικοῖς. ἔστι δ΄ εὖρος μὲν τὸ ἀπὸ τῶν ὀρῶν ἐπὶ θάλατταν ἀνώμαλον τοῖς διαστήμασι· μῆκος δ΄ ἀπὸ Αἴσιος ποταμοῦ μέχρι Κάστρου παράπλουν ἔχον σταδίων ὀκτακοσίων. πόλεις δ΄ Ἀγκὼν μὲν Ἑλληνίς͵ Συρακουσίων κτίσμα τῶν φυγόντων τὴν Διονυσίου τυραννίδα· κεῖται δ΄ ἐπ΄ ἄκρας μὲν λιμένα ἐμπεριλαμβανούσης τῆι πρὸς τὰς ἄρκτους ἐπιστροφῆι͵ σφόδρα δ΄ εὔοινός ἐστι καὶ πυροφόρος. πλησίον δ΄ αὐτῆς Αὔξουμον πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης· εἶτα Σεπτέμπεδα καὶ Πνευεντία καὶ Ποτεντία καὶ Φίρμον Πικηνόν· ἐπίνειον δὲ ταύτης Κάστελλον. ἐφεξῆς δὲ τὸ τῆς Κύπρας ἱερόν͵ Τυρρηνῶν ἵδρυμα καὶ κτίσμα· τὴν δ΄ ῞Ηραν ἐκεῖνοι Κύπραν καλοῦσιν· εἶτα Τρουεντῖνος ποταμὸς καὶ πόλις ἐπώνυμος· εἶτα Καστρουνόουν καὶ ὁ Ματρῖνος ποταμός͵ ῥέων ἀπὸ τῆς Ἀδριανῶν πόλεως͵ ἔχων ἐπίνειον τῆς Ἀδρίας ἐπώνυμον ἑαυτοῦ. ἔστι δ΄ ἐν τῆι μεσογαίαι καὶ αὕτη καὶ τὸ Ἄσκλον τὸ Πικηνόν͵ ἐρυμνότατον χωρίον καὶ …. ἐφ΄ ὧι κεῖται τὸ τεῖχος͵ καὶ τὰ περικείμενα ὄρη στρατοπέδοις οὐ βάσιμα. ὑπὲρ δὲ τῆς Πικεντίνης Ὀυηστῖνοι τε καὶ Μαρσοὶ καὶ Πελίγνοι καὶ Μαρρουκῖνοι καὶ Φρεντανοί͵ Σαυνιτικὸν ἔθνος͵ τὴν ὀρεινὴν κατέχουσιν ἐφαπτόμενοι μικρὰ τῆς θαλάττης. ἔστι δὲ τὰ ἔθνη ταῦτα μικρὰ μὲν ἀνδρικώτατα δὲ καὶ πολλάκις τὴν ἀρετὴν ταύτην ἐπιδεδειγμένα Ρωμαίοις͵ πρῶτον μὲν ἡνίκα ἐπολέμουν͵ δεύτερον δὲ ὅτε συνεστράτευον͵ τρίτον δ΄ ὅτε δεόμενοι τυχεῖν ἐλευθερίας καὶ πολιτείας μὴ τυγχάνοντες ἀπέστησαν καὶ τὸν Μαρσικὸν καλούμενον ἐξῆψαν πόλεμον͵ Κορφίνιον͵ τὴν τῶν Πελίγνων μητρόπολιν͵ κοινὴν ἅπασι τοῖς Ἰταλιώταις ἀποδείξαντες πόλιν ἀντὶ τῆς Ρώμης͵ ὁρμητήριον τοῦ πολέμου͵ μετονομασθεῖσαν Ἰταλικήν͵ καὶ ἐνταῦθα δὴ τοὺς συνεπομένους ἀθροίσαντες καὶ χειροτονήσαντες ὑπάτους καὶ στρατηγούς· δύο δ΄ ἔτη συνέμειναν ἐν τῶι πολέμωι μέχρι διεπράξαντο τὴν κοινωνίαν περὶ ἧς ἐπολέμουν. Μαρσικὸν δὲ ὠνόμασαν τὸν πόλεμον ἀπὸ τῶν ἀρξάντων τῆς ἀποστάσεως͵ καὶ μάλιστα ἀπὸ Πομπαιδίου. τὰ μὲν οὖν ἄλλα κωμηδὸν ζῶσιν͵ ἔχουσι δὲ καὶ πόλεις ὑπὲρ μὲν τῆς θαλάττης τό τε Κορφίνιον καὶ Σούλμωνα καὶ Μαρούιον καὶ Τεατέαν τὴν τῶν Μαρρουκίνων μητρόπολιν. ἐπ΄ αὐτῆι δὲ τῆι θαλάττηι τό τε Ἄτερνον͵ ὅμορον τῆι Πικεντίνηι͵ ὁμώνυμον δὲ τῶι ποταμῶι τῶι διορίζοντι τήν τε Ὀυηστίνην καὶ τὴν Μαρρουκίνην. ῥεῖ γὰρ ἐκ τῆς Ἀμιτερνίνης͵ διὰ δὲ Ὀυηστίνων͵ παραλιπὼν ἐν δεξιᾶι τοὺς Μαρρουκίνους ὑπὲρ τῶν Πελίγνων κειμένους͵ ζεύγματι περατός. τὸ δὲ πόλισμα τὸ ἐπώνυμον αὐτοῦ Ὀυηστίνων μέν ἐστι͵ κοινῶι δ΄ ἐπινείωι χρῶνται καὶ οἱ Πελίγνοι καὶ οἱ Μαρρουκῖνοι· διέχει δὲ τὸ ζεῦγμα τέτταρας καὶ εἴκοσι σταδίους ἀπὸ Κορφινίου. μετὰ δὲ Ἄτερνον Ὄρτων ἐπίνειον Φρεντανῶν͵ καὶ Βοῦκα καὶ αὐτὴ Φρεντανῶν͵ ὅμορος Τεάνωι τῶι Ἀπούλωι. μεταξὺ δὲ Ὄρτωνος καὶ Ἀτέρνου ὁ Σάγρος ποταμὸς ὁρίζων τοὺς Φρεντανοὺς ἀπὸ τῶν Πελίγνων. ὁ δὲ παράπλους ἀπὸ τῆς Πικεντίνης ἐπὶ τοὺς Ἀπούλους͵ οὓς οἱ Ἕλληνες Δαυνίους καλοῦσι͵ σταδίων ἐστὶν ὅσον τετρακοσίων ἐνενήκοντα.

4.3: Ἑξῆς δὲ μετὰ τὴν Λατίνην ἐστὶν ἥ τε Καμπανία παρήκουσα τῆι θαλάττηι͵ καὶ ὑπὲρ ταύτην ἡ Σαυνῖτις ἐν μεσογαίαι μέχρι Φρεντανῶν καὶ τῶν Δαυνίων͵ εἶτ΄ αὐτοὶ Δαύνιοι καὶ τἆλλα ἔθνη τὰ μέχρι τοῦ Σικελικοῦ πορθμοῦ. πρῶτον δὲ περὶ τῆς Καμπανίας ῥητέον. ἔστι δ΄ ἀπὸ τῆς Σινοέσσης ἐπὶ μὲν τὴν ἑξῆς παραλίαν κόλπος εὐμεγέθης μέχρι Μισηνοῦ͵ κἀκεῖθεν ἄλλος κόλπος πολὺ μείζων τοῦ προτέρου͵ καλοῦσι δ΄ αὐτὸν κρατῆρα͵ ἀπὸ τοῦ Μισηνοῦ μέχρι τοῦ Ἀθηναίου͵ δυεῖν ἀκρωτηρίων͵ κολπούμενον. ὑπὲρ δὲ τούτων τῶν ἠιόνων Καμπανία πᾶσα ἵδρυται͵ πεδίον εὐδαιμονέστατον τῶν ἁπάντων· περίκεινται δ΄ αὐτῶι γεωλοφίαι τε εὔκαρποι καὶ ὄρη τά τε τῶν Σαυνιτῶν καὶ τὰ τῶν Ὄσκων. Ἀντίοχος μὲν οὖν φησι τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι͵ τούτους δὲ καὶ Αὔσονας καλεῖσθαι. Πολύβιος δ΄ ἐμφαίνει δύο ἔθνη νομίζων ταῦτα· Ὀπικοὺς γάρ φησι καὶ Αὔσονας οἰκεῖν τὴν χώραν ταύτην περὶ τὸν κρατῆρα. ἄλλοι δὲ λέγουσιν οἰκούντων Ὀπικῶν πρότερον καὶ Αὐσόνων· οἱ δ΄ ἐκείνους κατασχεῖν ὕστερον Ὄσκων τι ἔθνος͵ τούτους δ΄ ὑπὸ Κυμαίων͵ ἐκείνους δ΄ ὑπὸ Τυρρηνῶν ἐκπεσεῖν· διὰ γὰρ τὴν ἀρετὴν περιμάχητον γενέσθαι τὸ πεδίον· δώδεκα δὲ πόλεις ἐγκατοικίσαντας τὴν οἷον κεφαλὴν ὀνομάσαι Καπύην. διὰ δὲ τὴν τρυφὴν εἰς μαλακίαν τραπομένους καθάπερ τῆς περὶ τὸν Πάδον χώρας ἐξέστησαν͵ οὕτω καὶ ταύτης παραχωρῆσαι Σαυνίταις͵ τούτους δ΄ ὑπὸ Ρωμαίων ἐκπεσεῖν. τῆς δ΄ εὐκαρπίας ἐστὶ σημεῖον τὸ σῖτον ἐνταῦθα γίνεσθαι τὸν κάλλιστον͵ λέγω δὲ τὸν πύρινον͵ ἐξ οὗ καὶ ὁ χόνδρος κρείττων ὢν πάσης καὶ ὀρύζης καὶ ἐν ὀλίγωι σιτικῆς τροφῆς. ἱστορεῖται δ΄ ἔνια τῶν πεδίων σπείρεσθαι δι΄ ἔτους δὶς μὲν τῆι ζειᾶι͵ τὸ δὲ τρίτον ἐλύμωι͵ τινὰ δὲ καὶ λαχανεύεσθαι τῶι τετάρτωι σπόρωι. καὶ μὴν τὸν οἶνον τὸν κράτιστον ἐντεῦθεν ἔχουσι Ρωμαῖοι τὸν Φάλερνον καὶ τὸν Στατανὸν καὶ Καληνόν· ἤδη δὲ καὶ ὁ Συρρεντῖνος ἐνάμιλλος καθίσταται τούτοις͵ νεωστὶ πειρασθεὶς ὅτι παλαίωσιν δέχεται. ὡς δ΄ αὕτως εὐέλαιός ἐστι καὶ πᾶσα ἡ περὶ τὸ Ὀυέναφρον ὅμορον τοῖς πεδίοις ὄν.

ΣΤ, 3.1: Ἐπεληλυθόσι δ᾽ ἡμῖν τὰ περὶ τὴν ἀρχαίαν Ἰταλίαν μέχρι Μεταποντίου τὰ συνεχῆ λεκτέον. συνεχὴς δ᾽ ἐστὶν ἡ Ἰαπυγία· ταύτην δὲ καὶ Μεσσαπίαν καλοῦσιν οἱ Ἕλληνες, οἱ δ᾽ ἐπιχώριοι κατὰ μέρη τὸ μέν τι Σαλεντίνους καλοῦσι τὸ περὶ τὴν ἄκραν τὴν Ἰαπυγίαν, τὸ δὲ Καλαβρούς. ὑπὲρ τούτους πρόσβορροι Πευκέτιοί τέ εἰσι καὶ Δαύνιοι κατὰ τὴν Ἑλλάδα διάλεκτον προσαγορευόμενοι, οἱ δ᾽ ἐπιχώριοι πᾶσαν τὴν μετὰ τοὺς Καλαβροὺς Ἀπουλίαν καλοῦσι· τινὲς δ᾽ αὐτῶν καὶ Ποίδικλοι λέγονται, καὶ μάλιστα οἱ Πευκέτιοι. ἔστι δέ τι ἐπιχερρονησιάζουσα ἡ Μεσσαπία τῶι ἀπὸ Βρεντεσίου μέχρι Τάραντος ἰσθμῶι κλειομένη σταδίων δέκα καὶ τριακοσίων. ὅ τε περίπλους ἐστὶ περὶ τὴν ἄκραν Ἰαπυγίαν σταδίων ὁμοῦ τι τετρακοσίων. τοῦ δὲ Μεταποντίου μὲν διέχει σταδίους περὶ διακοσίους καὶ [εἴκοσιν ὁ Τάρας], ὁ δὲ πλοῦς ἐπ᾽ αὐτὸν πρὸς τὰς ἀνατολάς. τοῦ δὲ κόλπου παντὸς τοῦ Ταραντίνου τὸ πλέον ἀλιμένου ὄντος, ἐνταῦθα [δὴ λιμήν] ἐστι μέγιστος καὶ κάλλιστος γεφύραι κλειόμενος μεγάληι, σταδίων δ᾽ ἐστὶν ἑκατὸν τὴν περίμετρον. ἐκ δὲ τοῦ πρὸς τὸν μυχὸν μέρους ἰσθμὸν ποιεῖ πρὸς τὴν ἔξω θάλατταν, ὥστ᾽ ἐπὶ χερρονήσωι κεῖσθαι τὴν πόλιν καὶ τὰ πλοῖα ὑπερνεωλκεῖσθαι ῥαιδίως ἑκατέρωθεν ταπεινοῦ ὄντος τοῦ αὐχένος. ταπεινὸν δὲ καὶ τὸ τῆς πόλεως ἔδαφος, μικρὸν δ᾽ ὅμως ἐπῆρται κατὰ τὴν ἀκρόπολιν. τὸ μὲν οὖν παλαιὸν τεῖχος κύκλον ἔχει μέγαν, νυνὶ δ᾽ ἐκλέλειπται τὸ πλέον τὸ πρὸς τῶι ἰσθμῶι, τὸ δὲ πρὸς τῶι στόματι τοῦ λιμένος, καθ᾽ ὃ καὶ ἡ ἀκρόπολις, συμμένει μέγεθος ἀξιολόγου πόλεως ἐκπληροῦν. ἔχει δὲ γυμνάσιόν τε κάλλιστον καὶ ἀγορὰν εὐμεγέθη, ἐν ἧι καὶ ὁ τοῦ Διὸς ἵδρυται κολοσσὸς χαλκοῦς, μέγιστος μετὰ τὸν Ῥοδίων. μεταξὺ δὲ τῆς ἀγορᾶς καὶ τοῦ στόματος ἡ ἀκρόπολις μικρὰ λείψανα ἔχουσα τοῦ παλαιοῦ κόσμου τῶν ἀναθημάτων· τὰ γὰρ πολλὰ τὰ μὲν κατέφθειραν Καρχηδόνιοι λαβόντες τὴν πόλιν, τὰ δ᾽ ἐλαφυραγώγησαν Ῥωμαῖοι κρατήσαντες βιαίως· ὧν ἐστι καὶ ὁ Ἡρακλῆς ἐν τῶι Καπετωλίωι χαλκοῦς κολοσσικός, Λυσίππου ἔργον, ἀνάθημα Μαξίμου Φαβίου τοῦ ἑλόντος τὴν πόλιν.

3.2: Περὶ δὲ τῆς κτίσεως Ἀντίοχος λέγων φησὶν ὅτι τοῦ Μεσσηνιακοῦ πολέμου γενηθέντος οἱ μὴ μετασχόντες Λακεδαιμονίων τῆς στρατείας ἐκρίθησαν δοῦλοι καὶ ὠνομάσθησαν Εἵλωτες, ὅσοις δὲ κατὰ τὴν στρατείαν παῖδες ἐγένοντο, Παρθενίας ἐκάλουν καὶ ἀτίμους ἔκριναν· οἱ δ᾽ οὐκ ἀνασχόμενοι ̔πολλοὶ δ᾽ ἦσαν̓ ἐπεβούλευσαν τοῖς τοῦ δήμου. αἰσθόμενοι δ᾽ ὑπέπεμψάν τινας, οἳ προσποιήσει φιλίας ἔμελλον ἐξαγγέλλειν τὸν τρόπον τῆς ἐπιβουλῆς. τούτων δ᾽ ἦν καὶ Φάλανθος, ὅσπερ ἐδόκει προστάτης ὑπάρχειν αὐτῶν, οὐκ ἠρέσκετο δ᾽ ἁπλῶς τοῖς περὶ τῆς βουλῆς ὀνομασθεῖσι. συνέκειτο μὲν δὴ τοῖς Ὑακινθίοις ἐν τῶι Ἀμυκλαίωι συντελουμένου τοῦ ἀγῶνος, ἡνίκ᾽ ἂν τὴν [κυνῆν] περίθηται ὁ Φάλανθος, ποιεῖσθαι τὴν ἐπίθεσιν· γνώριμοι δ᾽ ἦσαν ἀπὸ τῆς κόμης οἱ τοῦ δήμου. ἐξαγγειλάντων δὲ λάθραι τὰ συγκείμενα τῶν περὶ Φάλανθον καὶ τοῦ ἀγῶνος ἐνεστῶτος, προελθὼν ὁ κῆρυξ εἶπε μὴ περιθέσθαι κυνῆν Φάλανθον. οἱ δ᾽ αἰσθόμενοι ὡς μεμηνύκασι τὴν ἐπιβουλὴν οἱ μὲν διεδίδρασκον οἱ δὲ ἱκέτευον. κελεύσαντες δ᾽ αὐτοὺς θαρρεῖν φυλακῆι παρέδοσαν, τὸν δὲ Φάλανθον ἔπεμψαν εἰς θεοῦ περὶ ἀποικίας· ὁ δ᾽ ἔχρησε Σατύριόν τοι δῶκα Τάραντά τε πίονα δῆμον οἰκῆσαι, καὶ πῆμα Ἰαπύγεσσι γενέσθαι. ἧκον οὖν σὺν Φαλάνθωι οἱ Παρθενίαι, καὶ ἐδέξαντο αὐτοὺς οἵ τε βάρβαροι καὶ οἱ Κρῆτες οἱ προκατασχόντες τὸν τόπον. τούτους δ᾽ εἶναί φασι τοὺς μετὰ Μίνω πλεύσαντας εἰς Σικελίαν, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τὴν ἐν Καμικοῖς παρὰ Κωκάλωι συμβᾶσαν ἀπάραντας ἐκ Σικελίας κατὰ δὲ τὸν ἀνάπλουν δεῦρο παρωσθέντας, ὧν τινὰς ὕστερον πεζῆι περιελθόντας τὸν Ἀδρίαν μέχρι Μακεδονίας Βοττιαίους προσαγορευθῆναι. Ἰάπυγας δὲ λεχθῆναι πάντας φασὶ μέχρι τῆς Δαυνίας ἀπὸ Ἰάπυγος, ὃν ἐκ Κρήσσης γυναικὸς Δαιδάλωι γενέσθαι φασὶ καὶ ἡγήσασθαι τῶν Κρητῶν· Τάραντα δ᾽ ὠνόμασαν ἀπὸ ἥρωός τινος τὴν πόλιν.

3.4: Ἴσχυσαν δέ ποτε οἱ Ταραντῖνοι καθ᾽ ὑπερβολὴν πολιτευόμενοι δημοκρατικῶς· καὶ γὰρ ναυτικὸν ἐκέκτηντο μέγιστον τῶν ταύτηι καὶ πεζοὺς ἔστελλον τρισμυρίους, ἱππέας δὲ τρισχιλίους, ἱππάρχους δὲ χιλίους. ἀπεδέξαντο δὲ καὶ τὴν Πυθαγόρειον φιλοσοφίαν, διαφερόντως δ᾽ Ἀρχύτας, ὃς καὶ προέστη τῆς πόλεως πολὺν χρόνον. ἐξίσχυσε δ᾽ ἡ ὕστερον τρυφὴ διὰ τὴν εὐδαιμονίαν, ὥστε τὰς πανδήμους ἑορτὰς πλείους ἄγεσθαι κατ᾽ ἔτος παρ᾽ αὐτοῖς ἢ τὰς ἡμέρας· ἐκ δὲ τούτου καὶ χεῖρον ἐπολιτεύοντο. ἓν δὲ τῶν φαύλων πολιτευμάτων τεκμήριόν ἐστι τὸ ξενικοῖς στρατηγοῖς χρῆσθαι· καὶ γὰρ τὸν Μολοττὸν Ἀλέξανδρον μετεπέμψαντο ἐπὶ Μεσσαπίους καὶ Λευκανούς, καὶ ἔτι πρότερον Ἀρχίδαμον τὸν Ἀγησιλάου καὶ ὕστερον Κλεώνυμον καὶ Ἀγαθοκλέα, εἶτα Πύρρον, ἡνίκα συνέστησαν πρὸς Ῥωμαίους. οὐδ᾽ ἐκείνοις δ᾽ εὐπειθεῖν ἠδύναντο οὓς ἐπεκαλοῦντο, ἀλλ᾽ εἰς ἔχθραν αὐτοὺς καθίστασαν. ὁ γοῦν Ἀλέξανδρος τὴν κοινὴν Ἑλλήνων τῶν ταύτηι πανήγυριν, ἣν ἔθος ἦν ἐν Ἡρακλείαι συντελεῖν τῆς Ταραντίνης, μετάγειν ἐπειρᾶτο εἰς τὴν Θουρίαν κατὰ ἔχθος, ἐκέλευέ τε κατὰ τὸν Ἀκάλανδρον ποταμὸν τειχίζειν τόπον, ὅπου ἔσοιντο αἱ σύνοδοι· καὶ δὴ καὶ ἡ συμβᾶσα αὐτῶι κακοπραγία διὰ τὴν ἐκείνων ἀγνωμοσύνην ἀπαντῆσαι λέγεται. πρὸς δὲ Μεσσαπίους ἐπολέμησαν περὶ Ἡρακλείας, ἔχοντες συνεργοὺς τόν τε τῶν Δαυνίων καὶ τὸν τῶν Πευκετίων βασιλέα. περί τε τὰ Ἀννίβεια καὶ τὴν ἐλευθερίαν ἀφηιρέθησαν, ὕστερον δ᾽ ἀποικίαν Ῥωμαίων δεξάμενοι καθ᾽ ἡσυχίαν ζῶσι καὶ βέλτιον ἢ πρότερον.

3.7: Ἔτι δὲ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τῆς Ἀσίας διαίρουσιν εὐθύπλοια μᾶλλόν ἐστιν ἐπὶ τὸ Βρεντέσιον, καὶ δὴ καὶ δεῦρο πάντες καταίρουσιν οἷς εἰς τὴν Ῥώμην πρόκειται ὁδός. δύο δέ εἰσι, μία μὲν ἡμιονικὴ διὰ Πευκετίων, οὓς Ποιδίκλους καλοῦσι, καὶ Δαυνίων καὶ Σαυνιτῶν μέχρι Βενεουεντοῦ, ἐφ᾽ ἧι ὁδῶι Ἐγνατία πόλις, εἶτα Καιλία καὶ Νήτιον καὶ Κανύσιον καὶ Ἑρδωνία· ἡ δὲ διὰ Τάραντος μικρὸν ἐν ἀριστερᾶι ὅσον δὴ μιᾶς ἡμέρας περίοδον κυκλεύσαντι, ἡ Ἀππία λεγομένη, ἁμαξήλατος μᾶλλον· ἐν ταύτηι δὲ πόλις Οὐρία τε καὶ Ὀυενουσία, ἡ μὲν μεταξὺ Τάραντος καὶ Βρεντεσίου, ἡ δ᾽ ἐν μεθορίοις Σαυνιτῶν καὶ Λευκανῶν. συμβάλλουσι δὲ ἄμφω κατὰ Βενεουεντὸν καὶ τὴν Καμπανίαν ἐκ τοῦ Βρεντεσίου. τοὐντεῦθεν δ᾽ ἤδη μέχρι τῆς Ῥώμης Ἀππία καλεῖται, διὰ Καυδίου καὶ Καλατίας καὶ Καπύης καὶ Κασιλίνου μέχρι Σινοέσσης· τὰ δ᾽ ἐνθένδε εἴρηται. ἡ δὲ πᾶσά ἐστιν ἐκ Ῥώμης εἰς Βρεντέσιον μίλια τριακόσια ἑξήκοντα. τρίτη δ᾽ ἐστὶν ἐκ Ῥηγίου διὰ Βρεττίων καὶ Λευκανῶν καὶ τῆς Σαυνίτιδος εἰς τὴν Καμπανίαν, συνάπτουσα εἰς τὴν Ἀππίαν, μακροτέρα τῆς ἐκ Βρεντεσίου τρισὶν ἢ τέτταρσιν ἡμέραις διὰ τῶν Ἀπεννίνων ὀρῶν.

3.8: Ὁ δ᾽ εἰς τὴν περαίαν ἐκ τοῦ Βρεντεσίου πλοῦς ἐστὶν ὁ μὲν ἐπὶ τὰ Κεραύνια καὶ τὴν ἑξῆς παραλίαν τῆς τε Ἠπείρου καὶ τῆς Ἑλλάδος, ὁ δ᾽ εἰς Ἐπίδαμνον μείζων τοῦ προτέρου· χιλίων γάρ ἐστι καὶ ὀκτακοσίων σταδίων· τέτριπται δὲ καὶ οὗτος διὰ τὸ τὴν πόλιν εὐφυῶς κεῖσθαι πρός τε τὰ τῶν Ἰλλυριῶν ἔθνη καὶ τὰ τῶν Μακεδόνων. παραπλέοντι δ᾽ ἐκ τοῦ Βρεντεσίου τὴν Ἀδριατικὴν παραλίαν πόλις ἐστὶν ἡ Ἐγνατία, οὖσα κοινὴ καταγωγὴ πλέοντί τε καὶ πεζεύοντι εἰς Βάριον· ὁ δὲ πλοῦς νότωι. μέχρι δεῦρο μὲν Πευκέτιοι κατὰ θάλατταν, [ἐν] τῆι μεσογαίαι δὲ μέχρι Σιλουίου· πᾶσα δὲ τραχεῖα καὶ ὀρεινή, πολὺ τῶν Ἀπεννίνων ὀρῶν κοινωνοῦσα· ἀποίκους δ᾽ Ἀρκάδας δέξασθαι δοκεῖ. εἰσὶ δ᾽ ἐκ Βρεντεσίου εἰς Βάριον ἑπτακόσιοί που στάδιοι· σχεδὸν δ᾽ ἴσον ἑκατέρας [Τάρας] διέχει· τὴν δὲ συνεχῆ Δαύνιοι νέμονται, εἶτα Ἄπουλοι μέχρι Φρεντανῶν. ἀνάγκη δέ, Πευκετίων καὶ Δαυνίων μηδ᾽ ὅλως λεγομένων ὑπὸ τῶν ἐπιχωρίων πλὴν εἰ τὸ παλαιόν, ἁπάσης δὲ ταύτης τῆς χώρας Ἀπουλίας λεγομένης νυνί, μηδὲ τοὺς ὅρους ἐπ᾽ ἀκριβὲς λέγεσθαι τῶν ἐθνῶν τούτων· διόπερ οὐδ᾽ ἡμῖν διισχυριστέον περὶ αὐτῶν.

3.9: Ἐκ δὲ Βαρίου πρὸς τὸν ποταμὸν Αὔφιδον, ἐφ᾽ ὧι τὸ ἐμπόριον τῶν Κανυσιτῶν, τετρακόσιοι· ὁ δ᾽ ἀνάπλους ἐπὶ τὸ ἐμπόριον ἐνενήκοντα. πλησίον δὲ καὶ Σαλαπία τὸ τῶν Ἀργυριππίνων ἐπίνειον. οὐ πολὺ γὰρ δὴ τῆς θαλάττης ὑπέρκεινται δύο πόλεις ἔν γε τῶι πεδίωι, μέγισται τῶν Ἰταλιωτίδων γεγονυῖαι πρότερον, ὡς ἐκ τῶν περιβόλων δῆλον, τό τε Κανύσιον καὶ ἡ Ἀργυρίππα, ἀλλὰ νῦν ἐλάττων ἐστίν. ἐκαλεῖτο δ᾽ ἐξ ἀρχῆς Ἄργος ἵππιον, εἶτ᾽ Ἀργυρίππα, εἶτα νῦν Ἄρποι. λέγονται δ᾽ ἀμφότεραι Διομήδους κτίσματα· καὶ τὸ πεδίον καὶ ἄλλα πολλὰ δείκνυται τῆς Διομήδους ἐν τούτοις τοῖς τόποις δυναστείας σημεῖα, ἐν μὲν τῶι τῆς Ἀθηνᾶς ἱερῶι τῆς ἐν Λουκερίαι παλαιὰ ἀναθήματα ̔καὶ αὕτη δ᾽ ὑπῆρξε πόλις ἀρχαία Δαυνίων, νῦν δὲ τεταπείνωταἰ, ἐν δὲ τῆι πλησίον θαλάττηι δύο νῆσοι Διομήδειαι προσαγορευόμεναι, ὧν ἡ μὲν οἰκεῖται, τὴν δ᾽ ἐρήμην φασὶν εἶναι· ἐν ἧι καὶ τὸν Διομήδη μυθεύουσιν ἀφανισθῆναί τινες καὶ τοὺς ἑταίρους ἀπορνιθωθῆναι, καὶ δὴ καὶ νῦν διαμένειν ἡμέρους καὶ βίον τινὰ ζῆν ἀνθρώπινον τάξει τε διαίτης καὶ τῆι πρὸς ἀνθρώπους ἡμερότητι τοὺς ἐπιεικεῖς, ἀπὸ δὲ τῶν κακούργων καὶ μιαρῶν φυγῆι. εἴρηται δὲ καὶ τὰ παρὰ τοῖς Ἑνετοῖς διατεθρυλημένα περὶ τοῦ ἥρωος τούτου καὶ αἱ νομισθεῖσαι τιμαί. δοκεῖ δὲ καὶ ὁ Σιποῦς Διομήδους εἶναι κτίσμα διέχων τῆς Σαλαπίας ὅσον τετταράκοντα καὶ ἑκατὸν σταδίους, καὶ ὠνομάζετό γε Σηπιοῦς Ἑλληνικῶς ἀπὸ τῶν ἐκκυματιζομένων σηπιῶν. μεταξὺ δὲ τῆς Σαλαπίας καὶ τοῦ Σιποῦντος ποταμός τε πλωτὸς καὶ στομαλίμνη μεγάλη· δι᾽ ἀμφοῖν δὲ τὰ ἐκ Σιποῦντος κατάγεται καὶ μάλιστα ὁ σῖτος. δείκνυται δὲ τῆς Δαυνίας περὶ λόφον ὧι ὄνομα Δρίον ἡρῶια, τὸ μὲν Κάλχαντος ἐπ᾽ ἄκραι τῆι κορυφῆι ̔ἐναγίζουσι δ᾽ αὐτῶι μέλανα κριὸν οἱ μαντευόμενοι, ἐγκοιμώμενοι ἐν τῶι δέρματἰ, τὸ δὲ Ποδαλειρίου κάτω πρὸς τῆι ῥίζηι διέχον τῆς θαλάττης ὅσον σταδίους ἑκατόν· ῥεῖ δ᾽ ἐξ αὐτοῦ ποτάμιον πάνακες πρὸς τὰς τῶν θρεμμάτων νόσους. πρόκειται δὲ τοῦ κόλπου τούτου πελάγιον ἀκρωτήριον ἐπὶ τριακοσίους ἀνατεῖνον σταδίους πρὸς τὰς ἀνατολὰς τὸ Γάργανον, κάμπτοντι δὲ τὴν ἄκραν πολισμάτιον Οὔριον καὶ πρὸ τῆς ἄκρας αἱ Διομήδειαι νῆσοι. ἔστι δὲ πᾶσα ἡ χώρα αὕτη πάμφορός τε καὶ πολυφόρος, ἵπποις δὲ καὶ προβάτοις ἀρίστη· ἡ δ᾽ ἐρέα μαλακωτέρα μὲν τῆς Ταραντίνης ἐστί, λαμπρὰ δὲ ἧττον. ἡ δὲ χώρα εὐδινὴ διὰ τὴν κοιλότητα τῶν πεδίων. οἱ δὲ καὶ διώρυγα τεμεῖν ἐπιχειρῆσαί φασι τὸν Διομήδη μέχρι τῆς θαλάττης, καταλιπεῖν δ᾽ ἡμιτελῆ καὶ ταύτην καὶ τὰς ἄλλας πράξεις μετάπεμπτον οἴκαδε γενόμενον, κἀκεῖ καταστρέψαι τὸν βίον. εἷς μὲν οὗτος ὁ λόγος περὶ αὐτοῦ, δεύτερος δ᾽ ὡς αὐτόθι μείνειε μέχρι καταστροφῆς τοῦ βίου, τρίτος δ᾽ ὁ μυθώδης ὃν προεῖπον τὸν ἐν τῆι νήσωι λέγων ἀφανισμόν, τέταρτον δὲ θείη τις ἂν τὸν τῶν Ἑνετῶν· καὶ γὰρ ἐκεῖνοι παρὰ σφίσι πως τὴν καταστροφὴν αὐτοῦ μυθεύουσιν, ἣν ἀποθέωσιν καλοῦσι.

3.11: Μεταξὺ δ᾽ εὐθὺς ἀπὸ τοῦ Γαργάνου κόλπος ὑποδέχεται βαθύς· οἱ δὲ περιοικοῦντες ἰδίως Ἄπουλοι προσαγορεύονται, εἰσὶ δὲ ὁμόγλωττοι μὲν τοῖς Δαυνίοις καὶ Πευκετίοις· οὐδὲ τἆλλα δὲ διαφέρουσιν ἐκείνων τό γε νῦν, τὸ δὲ πάλαι διαφέρειν εἰκός, ὅθενπερ καὶ τὰ ὀνόματα ἐναντία πάντων ἐπικρατεῖν. πρότερον μὲν οὖν ηὐτύχει αὕτη πᾶσα ἡ γῆ, Ἀννίβας δὲ καὶ οἱ ὕστερον πόλεμοι ἠρήμωσαν αὐτήν· ἐνταῦθα δὲ καὶ τὰ περὶ Κάννας συνέβη, ὅπου πλεῖστος ὄλεθρος σωμάτων Ῥωμαίοις καὶ τοῖς συμμάχοις ἐγένετο. ἐν δὲ τῶι κόλπωι λίμνη ἐστίν, ὑπὲρ δὲ τῆς λίμνης ἐν μεσογαίαι τὸ Ἄπουλον Τέανον, ὁμώνυμον τῶι Σιδικίνωι· καθ᾽ ὃ δοκεῖ συνάγεσθαι τὸ τῆς Ἰταλίας πλάτος ἐφ᾽ ἱκανὸν πρὸς τοὺς περὶ Δικαιάρχειαν τόπους, ἐλαττόνων ἢ χιλίων σταδίων ἀπὸ θαλάττης ἐπὶ θάλατταν ἰσθμὸν καταλεῖπον. μετὰ δὲ τὴν λίμνην ἐπὶ τοὺς Φρεντανοὺς καὶ τὴν Βοῦκαν παράπλους ἐστί· διακόσιοι δ᾽ εἰσὶν ἐφ᾽ ἑκάτερα στάδιοι τῆς λίμνης ἐπί τε τὴν Βοῦκαν καὶ τὸ Γάργανον. τὰ δ᾽ ἑξῆς τοῖς περὶ Βοῦκαν εἴρηται πρότερον.

αρχαιος ελληνας βασιλιας, ελλην βασιλευς καλχος αρχαιο ελληνικο βασιλειο ερωτας ερως γυναικα Κιρκη Λεκακης Αρχαια τραπεζοφορος Δαυνια, γρυπας γρυψ ελαφι ελαφινα γρυπες θρακη θρακικο ελληνικο συμβολο δαουνικο γλυπτο πολυχρωμο μαρμαρο εργο τεχνης 4ος αιωνας πΧ ασκολι Σατριανο Ascoli Satriano αρχαιο Ασκουλον / Ausculum – Asculum Apulum αυσκουλο απουλουμ Δαυνιοι μικρη γραφικη πολη Απουλιας μοναδικο εργα τεχνη Ισμαν Ιταλος δημοσιογραφος, ληστες της Χαμενης Τεχνης Λεηλασια της Αρχαιολογιας Ιταλια δημοσιογραφια ληστης ληστεια Χαμενη χαμενα κλεμμενα αρχαιολογια Ιταλιας

author avatar
Γιώργος Λεκάκης

Σχετικά Άρθρα

Οι νάνοι θεοί Αζίζα, ο Ορφέας και ο Προμηθέας της Δυτικής Αφρικής! – του Γ. Λεκάκη

Του Γιώργου Λεκάκη Οι Aziza είναι ένα ευεργετικές υπερφυσικές θεοτητες...

Ωραία Ελένη και Κίρκη: δύο μυστηριώδεις γυναίκες στον Όμηρο – του Δ. Νικολόπουλου

του Δημητρίου Νικολόπουλου Η Ελένη και η Κίρκη δεν συναντιούνται...

Οι ΦΑΙΑΚΕΣ, η ΣΧΕΡΙΑ και η ΑΠΗΔΑΛΟΣ ΝΑΥΣ – του Φ. Τούμπανου

Του μουσικού Φώτη Τούμπανου Πριν από την πτώση της Ποσειδωνίας,...

Μια άγνωστη εκστρατεία των αρχαίων Ελλήνων στην Ινδία – του Γ. Λεκάκη

Του Γιώργου Λεκάκη Για τον Καύνο και την Βυβλίδα, παιδιά...

Ιστορική απόφαση του Δικαστηρίου της ΕΕ υπέρ των εκδοτών Τύπου απέναντι στις ψηφιακές πλατφόρμες

Το Δι­κα­στή­ριο της Ευ­ρω­παϊ­κής Ένω­σης εξέ­δω­σε την Τρί­τη 12.5.2026...