Η ΗΛΕΚΤΡΟΝΙΚΗ ΕΓΚΥΚΛΟΠΑΙΔΕΙΑ ΤΟΥ ΕΛΛΗΝΙΣΜΟΥ

6.7 C
Athens
Τετάρτη, 19 Μαρτίου, 2025

Τον εν Δελφοίς περίβλεπτον ηνίοχον οράτε, πάντων κάλλιστον και ερασμιώτατον θέαμα!!! – του Ευμ. Μοσχονά

Τον εν Δελφοίς
περίβλεπτον ηνίοχον οράτε,
πάντων κάλλιστον
και ερασμιώτατον θέαμα!!!

Του Ευμηχάνου Μοσχονά

 

Τὸν ἐν Δελφοῖς περίβλεπτον Ἡνίοχον
ὁρᾶτε, ὦ φίλοι, τέθριππον ἡνιοχοῦντα ὅς τὰ πρῶτα τῶν ἄθλων ἐνίκησεν τῷ καιρῷ ἐκείνῳ
ἐν τοῖς ἀγῶσιν. Ἡ τῶν ὀφθαλμῶν ἀρετὴ καθάπερ καὶ ἡ ἀρετὴ τῆς χειρὸς τε καὶ ποδὸς
καὶ κόμης καὶ ἑκάστου τῶν μορίων τοῦ σώματος αὐτοῦ, τῶν καλλίστων ἔργων αὐτὸ
ποιεῖ!!!

Διὰ ταῦτα περίβλεπτὸς ἐστιν οὐ μόνον τοῖς Ἕλλησιν ἀλλὰ καὶ τοῖς Εὐρωπαίοις.


Ἴδετε τὴν ἀρετὴν τῶν ὀφθαλμῶν
τοῦ Ἠνιόχου, ὦ φίλοι, ὡς σπουδαίους τοὺς ὀφθαλμοὺς αὐτοῦ ποιεῖ!! Ὥσπερ μαγνήτις
λίθος τὸ θεωμένου βλέμμα ἔλκει!! Δι’ ἐγκαύσεως λευκοὶ οἱ ὀφθαλμοὶ ποιηθέντες, ἡ
δὲ ἴρις φαιῷ λίθῳ καὶ ἡ κόρη μέλανι λίθῳ πανόμοιοι τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων
εἰσὶν.

Ἴδετε τὰς ἐπὶ τῶν ποδῶν αὐτοῦ
φλέβας ἀλλὰ καὶ τὴν ὑγρὴν ἐκ τοῦ ἀγῶνος κόμην!!

Ἴδετε καὶ τὴν περὶ τὴν κεφαλὴν
ταινίαν, σύμβολον νίκης τὸ παλαιὸν οὖσαν.

Τὸν ἀνδριάντα, ὕψος ἔχοντα ὀγδοήκοντα
καὶ ἑκατὸ τοῦ μέτρου ἑκατοστὰ, ὡς ἀνάθημα τοῦ Ἀπόλλωνος Πολύζαλος ποιησάμενος,
τύραννος τῆς Γέλας, εἰς τὸν ἐν Δελφοῖς τῶν Ἑλλήνων Θεὸν Ἀπόλλωνα ἀνέθηκεν.

Πεποιημένος εὐθὺς ἐκ τοῦ τέλους
τῆς ἐπὶ τῶν βαρβάρων Περσῶν νίκης τῶν ἡμῶν προγόνων κατὰ γῆν καὶ θάλατταν, ἐν
Δελφοῖς ἔτι καὶ νῦν ἔκτοτε κεῖται πρὸς ἐπίδειξιν. Ὁ ἐκ Ρηγίου Πυθαγόρας νομίζεται
πατὴρ τοῦδε τοῦ ἀνδριάντος χαλκοῦ εἶναι.

Πάντες δὲ οἱ θεασάμενοι τόνδε
τὸν ἀνδριάντα ὑμνοῦσι τὸ περίβλεπτον κάλλος αὐτοῦ.

Χάρμα ὡς ἀληθῶς ἰδέσθαι…

ΠΗΓΗ: ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ,
30.12.2020.

εν Δελφοις, περιβλεπτος, ηνιοχος, ορω, καλλιστο θεαμα, ερασμιωτατο θεαμα, Ευμηχανος Μοσχονας, Δελφοι, τεθριππο, ηνια, αθλος, οφθαλμοι, αρετη, χειρ, πους, κομη, μοριο, σωμα, καλλιστο εργο, οφθαλμος, μαγνητις λιθος, μαγνητης, βλεμμα, εγκαυσις, ιρις, φαιος λιθος, μελας λιθος, φλεβα, υγρη, αγων, ταινια, συμβολο νικης νικη, ανδριαντα, αναθημα, Απολλων, Πολυζαλος, τυραννος, Γελα, Απολλωνας, αναθημα, βαρβαρος, Περσες, Ρηγιο, Πυθαγορας, χαλκος, καλλος, χαρμα ιδεσθαι
author avatar
ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ

Σχετικά Άρθρα

ΠΙΝΔΑΡΟΣ και ΟΛΥΜΠΙΟΝΙΚΟΙ

Του ομοτίμου καθηγητή Γλωσσολογίας ΑΠΘ, Αντώνη Μπουσμπούκη Πίνδαρος και Ολυμπιόνικοι: οι...

Μοναδική αρχαία ταφή νεογέννητων διδύμων στο Τραγύριο! – του Γ. Λεκάκη

Του Γιώργου Λεκάκη Η αρχαία ελληνική δωρική πόλη Τραγύριον (Τραγύριο...