Ἐν ἐκείνῳ τῷ
χρόνῳ, ἐν ᾧ οἱ ἡμῶν πρόγονοι κύριοι τῶν Ἀθηνῶν ἦσαν, τῶν ἐτησίων ἑορτῶν ἡ μεγίστη
πασῶν τὰ ἱερὰ Παναθήναια ἦν.
Καθιερωμένη
τῇ θεᾷ ἡ πέμπτη καὶ δεκάτη τοῦ Αὐγούστου ἡμέρα ὡς γενέθλιον ἦμαρ, πάνδημος ἑορτὴ
ἐτελεῖτο.
Μεγαλοπρεπεστάτην
οὖν θείαν πομπὴν τῇ θεᾷ ἔπεμπον, ἀρχομένην ἀπὸ τοῦ ἐν Κεραμεικῷ πομπείου, ἄχρι
τοῦ ἐν Ἀκροπόλει ἱεροῦ νεὼ τῆς Παρθὲνου Ἀθηνᾶς.
Μέγα δὲ πέπλον
λαμπρὸν πεποικιλμένον μυθολογικαῖς παραστάσεσιν καὶ δὴ τῇ γιγαντομαχίᾳ, ὅν ὕφαινον
κόραι ἐξ εὐγενοῦς γένους, ἐκόμιζον διὰ τῆς πομπῆς ἐπὶ μακρᾶς τινὸς νεὼς ὡς ἰστίον
εἰς Παρθενῶνα, ἔνθα τὸ πέπλον τῇ ἱερείᾳ τοῦ νεὼ ἐδίδοσαν.
Ὅσον δὲ μέγα
τὸ ἐν Ἀκροπόλει χρυσελεφάντινον Ἀθηνᾶς ἄγαλμα ἦν, 12 μέτρα τὸ ὕψος Φειδίᾳ
πεποιημένον, τοσοῦτος μέγας καὶ ὁ πέπλος ἦν.
Ἐπὶ τῆς ζῳοφόρου
τοῦ Παρθενῶνος οἱ τῶν Ἑλλήνων Ὀλύμπιοι Θεοὶ γεγλυμμένοι ὄντες τὴν ἱερὰν ἐθεῶντο
πομπὴν. Πρὸς τοῖς Ὀλυμπίοις Θεοῖς καὶ εἰκόνες ἀρχόντων, κορῶν ἀλλὰ καὶ ἡ πομπή ἐν
συνόλῳ γεγλυμμένη ἦν ἐπὶ τῆς Παρθενῶνος ζῳοφόρου.
Πρὸς τούτοις
καὶ ἀγῶνες ἐτελοῦντο μουσικοὶ, ἀθλητικοὶ καὶ ῥαψωδιῶν εἰς τιμὴν τῆς Παλλάδος Ἀθηνᾶς.
Τῇ προτεραίᾳ νυκτὶ τῶν γενεθλίων παννύχιος ἐγένετο χορὸς ἀλλὰ καὶ
λαμπαδηδρομίαι εἰς τιμὴν τῆς Ἀθηνᾶς. Ἐπὶ τέσσαρας δὲ ἡμέρας τὰ φιλοτήσια γενέθλια
ἑόρταζον.
Μακάριον γενέθλιον
ἦμαρ, ὦ σεμνὴ θεὰ Ἀθηνᾶ.
Χαῖρε, ὦ
Πολιὰς!
ΠΗΓΗ: Σωκρατόγομφοι,
ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ, 15.8.2021.