Η ΗΛΕΚΤΡΟΝΙΚΗ ΕΓΚΥΚΛΟΠΑΙΔΕΙΑ ΤΟΥ ΕΛΛΗΝΙΣΜΟΥ

12.2 C
Athens
Κυριακή, 16 Φεβρουαρίου, 2025

ΙΣΤΟΡΙΚΕΣ ΑΝΑΦΟΡΕΣ ΓΙΑ ΤΗΝ ΜΑΚΕΔΟΝΙΑ: Τι έγραψε ο Πλούταρχος – της Ισμ. Μαρτίνη

ΙΣΤΟΡΙΚΕΣ ΑΝΑΦΟΡΕΣ
ΓΙΑ ΤΗΝ ΜΑΚΕΔΟΝΙΑ
ΠΛΟΥΤΑΡΧΟΣ
Ο Πλούταρχος σε τοιχογραφία της Ι.Μ. Αγίας Παρασκευής στην Σιάτιστα.
Φωτ.: Γ. Λεκάκης.

Ο Πλούταρχος (45120 μ.Χ.) ήταν Έλλην ιστορικόςβιογράφος και δοκιμιογράφος, από την Χαιρώνεια Βοιωτίας.
Εταξίδεψε πολύ στον μεσογειακό κόσμο της εποχής του. Πήγε δις στην Ρώμη. Είχε φίλους Ρωμαίους με ισχυρή επιρροή.
Έζησε το μεγαλύτερο μέρος της ζωής του στην Χαιρώνεια. Εκεί (μάλλον) εμυήθη στα Μυστήρια του Απόλλωνος.
Έγινε έτσι ο πρεσβύτερος των ιερέων του Απόλλωνος στο Μαντείο των Δελφών![1]
Υπεύθυνος για την ερμηνεία των χρησμών της 
Πυθίας! Αξίωμα που κράτησε για 29 χρόνια έως τον θάνατό του!
Έγραψε ένα απίστευτο μεγάλο σώμα / corpus κειμένων, που επιβίωσαν ως την εποχή μας! Το πιο γνωστό του έργο
είναι οι 
Βίοι
Παράλληλοι
, μια σειρά βιογραφιών διασήμων Ελλήνων και Ρωμαίων, ανά
ζεύγη. Οι διασωθέντες Βίοι περιλαμβάνουν
23 ζεύγη βιογραφιών, και
4 μεμονωμένους βίους.
ΑΓΗΣΙΛΑΟΣ
15. Κινουμένης δὲ τῆς Ἀσίας
καὶ πολλαχοῦ πρὸς ἀπόστασιν ὑπεικούσης, ἁρμοσάμενος τὰς αὐτόθι πόλεις, καὶ ταῖς
πολιτείαις δίχα φόνου καὶ φυγῆς ἀνθρώπων ἀποδοὺς τὸν προσήκοντα κόσμον, ἐγνώκει
πρόσω χωρεῖν, καὶ τὸν πόλεμον διάρας ἀπὸ τῆς
Ἑλληνικῆς
θαλάττης
, περὶ τοῦ σώματος βασιλεῖ καὶ τῆς ἐν Ἐκβατάνοις καὶ
Σούσοις εὐδαιμονίας διαμάχεσθαι, καὶ περισπάσαι πρῶτον αὐτοῦ τὴν σχολήν, ὡς μὴ
καθέζοιτο τοὺς πολέμους βραβεύων τοῖς Ἕλλησι καὶ διαφθείρων τοὺς δημαγωγούς. ἐν
τούτῳ δὲ ἀφικνεῖται πρὸς αὐτὸν Ἐπικυδίδας ὁ Σπαρτιάτης, ἀπαγγέλλων ὅτι πολὺς
περιέστηκε τὴν Σπάρτην πόλεμος Ἑλληνικός, καὶ καλοῦσιν ἐκεῖνον οἱ ἔφοροι καὶ
κελεύουσι τοῖς οἴκοι βοηθεῖν. ῏Ω βάρβαρ’ ἐξευρόντες Ἕλληνες κακά·
τί γὰρ ἄν τις ἄλλο τὸν φθόνον ἐκεῖνον προσείποι καὶ τὴν τότε
σύστασιν καὶ σύνταξιν ἐφ’ ἑαυτοὺς τῶν Ἑλλήνων; οἳ τῆς τύχης ἄνω φερομένης ἐπελάβοντο,
καὶ τὰ ὅπλα πρὸς τοὺς βαρβάρους βλέποντα καὶ τὸν πόλεμον ἤδη τῆς Ἑλλάδος ἐξῳκισμένον
αὖθις εἰς ἑαυτοὺς ἔτρεψαν. οὐ γὰρ ἔγωγε συμφέρομαι τῷ Κορινθίῳ Δημαράτῳ μεγάλης
ἡδονῆς ἀπολελεῖφθαι φήσαντι τοὺς μὴ θεασαμένους Ἕλληνας Ἀλέξανδρον ἐν τῷ
Δαρείου θρόνῳ καθήμενον, ἀλλ’ εἰκότως ἂν οἶμαι δακρῦσαι, συννοήσαντας ὅτι ταῦτ’
Ἀλεξάνδρῳ καὶ
Μακεδόσιν ἀπέλιπον οἳ τότε τοὺς
τῶν Ἑλλήνων στρατηγοὺς περὶ Λεῦκτρα καὶ Κορώνειαν καὶ Κόρινθον καὶ Ἀρκαδίαν
κατανήλωσαν.
16.῾Ως δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο
πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι πάντες
φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον, ὡς ἕκαστος δυνάμεως εἶχεν· οἱ δὲ καλούμενοι
Τράλλεις, οἷς καὶ Ξέρξης ἔδωκεν, ὡς λέγεται, δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον
ἑκατὸν ἀργυρίου τάλαντα καὶ τοσαύτας γυναῖκας. ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ
φήσας· “Τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι;” προῆγε, καὶ συμβαλὼν αὐτοῖς
παρατεταγμένοις ἐτρέψατο καὶ διέφθειρε πολλούς.
τὸ δ’ αὐτὸ καὶ τῷ βασιλεῖ τῶν Μακεδόνων ἐρώτημα προσέπεμψε· φήσαντος δὲ βουλεύσεσθαι, “Βουλευέσθω τοίνυν ἐκεῖνος,”
εἶπεν, “ἡμεῖς δὲ δὴ πορευόμεθα.” Θαυμάσας οὖν τὴν τόλμαν αὐτοῦ καὶ δείσας ὁ
βασιλεὺς ἐκέλευσεν ὡς φίλον προάγειν.
τῶν δὲ Θετταλῶν τοῖς
πολεμίοις συμμαχούντων ἐπόρθει τὴν χώραν
. εἰς δὲ Λάρισσαν ἔπεμψε
Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας·
ΠΟΜΠΗΙΟΣ
Πομπήϊος δέ, καίπερ ἐνστῆναι
δυνάμενος πρὸς τὴν διάβασιν τοῖς πολεμίοις, περιεῖδε διαβάντας καθ’ ἡσυχίαν·
……… οὔτε γὰρ Μήδοις οὔτε Πέρσαις ὑπήκουσαν Ἴβηρες, διέφυγον δὲ καὶ τὴν
Μακεδόνων ἀρχήν, Ἀλεξάνδρου διὰ
ταχέων ἐκ τῆς Ὑρκανίας ἀπάραντος. οὐ μὴν ἀλλὰ καὶ τούτους μάχῃ μεγάλῃ
τρεψάμενος ὁ Πομπήϊος, ὥστε ἀποθανεῖν μὲν ἐνακισχιλίους, ἁλῶναι δὲ πλείους
μυρίων, εἰς τὴν Κολχικὴν ἐνέβαλε·
ΑΓΙΣ ΚΑΙ ΚΛΕΟΜΕΝΗΣ
[37.1] Τοῦτο
διελυμήνατο τὰ πράγματα τῆς Ἑλλάδος,
ἁμῶς
γέ πως ἐκ τῶν παρόντων ἀναλαβεῖν αὑτὴν ἔτι καὶ διαφυγεῖν τὴν
Μακεδόνων ὕβριν καὶ
πλεονεξίαν [
37.2] δυναμένης. ὁ γὰρ Ἄρατος, ……………..πρῶτον μὲν ἐπειρᾶτο
τοὺς Ἀχαιοὺς παραβιάζε[
37.3]σθαι καὶ διακωλύειν· ὡς δ’ οὐ προσεῖχον αὐτῷ, τοῦ
Κλεομένους ἐκπεπληγμένοι τὸ θράσος, ἀλλὰ καὶ δικαίαν ἐποιοῦντο τὴν ἀξίωσιν τῶν
Λακεδαιμονίων εἰς τὸ πάτριον σχῆμα κοσμούντων τὴν Πελοπόννησον, τ
ρέπεται πρὸς ἔργον οὐδενὶ μὲν τῶν Ἑλλήνων προσῆκον, αἴσχιστον δ’ ἐκείνῳ καὶ τῶν πεπραγμένων ὑπ’ αὐτοῦ καὶ
πεπολιτευμένων ἀναξιώτατον, Ἀντίγονον ἐπὶ τὴν Ἑλλάδα καλεῖν καὶ
Μακεδόνων ἐμπιπλάναι
τὴν Πελοπόν[
37.4]νησον, οὓς αὐτὸς ἐκ Πελοποννήσου μειράκιον ὢν ἐξήλασεν, ἐλευθερώσας
τὸν Ἀκροκόρινθον, καὶ πᾶσι μὲν τοῖς βασιλεῦσιν ὕποπτος καὶ διάφορος γενόμενος,
τουτονὶ δ’ αὐτὸν Ἀντίγονον εἰρηκὼς κακὰ μυρία δι’ ὧν [
37.5] ἀπολέλοιπεν ὑπομνημάτων. καίτοι πολλὰ παθεῖν καὶ
παραβαλέσθαι φησὶν αὐτὸς ὑπὲρ Ἀθηναίων, ὅπως ἡ πόλις ἀπαλλαγείη φρουρᾶς καὶ
Μακεδόνων· εἶτα
τούτους ἐπὶ τὴν πατρίδα καὶ τὴν ἑστίαν τὴν ἑαυτοῦ μεθ’ ὅπλων εἰσήγαγεν ἄχρι τῆς
γυναικωνί[
37.6]τιδος·
……….οὕτως καὶ ὁ Ἀντίγονος,
ἐκ πολλῆς ἀναφέρων δυνάμεως πρὸς τὸν πόλεμον, ἐξεπόνει καὶ κατήθλει τὸν
Κλεομένη, γλίσχρως καὶ μόλις πορίζοντα [
48.5] τοῖς ξένοις μισθὸν καὶ τροφὴν τοῖς πολίταις. ἐπεὶ τἆλλά
γε πρὸς τοῦ Κλεομένους ὁ χρόνος ἦν, τῶν οἴκοι πραγμάτων [
48.6] ἀνιστάντων τὸν Ἀντίγονον. βάρβαροι γὰρ περιέκοπτον ἀπόντος καὶ κατέτρεχον τὴν Μακεδονίαν, καὶ
τότε δὴ πολὺς ἄνωθεν Ἰλλυριῶν ἐμβεβλήκει στρατός, ὑφ’ οὗ πορθούμενοι
μετεπέμποντο τὸν Ἀντίγονον οἱ
Μακεδόνες[48.7] καὶ παρ’ ὀλίγον πρὸ τῆς μάχης συνέτυχε ταῦτα τὰ
γράμματα κομισθῆναι πρὸς αὐτόν· ὧν κομισθέντων εὐ[
48.8]θὺς ἂν ἀπῆλθε μακρὰ χαίρειν φράσας Ἀχαιοῖς.
[51.1] Ὁ δ’ Ἀντίγονος ἐξ ἐφόδου παραλαβὼν τὴν πόλιν καὶ
χρησάμενος τοῖς Λακεδαιμονίοις φιλανθρώπως, καὶ τὸ ἀξίωμα τῆς Σπάρτης οὐ
προπηλακίσας οὐδ’ ἐνυβρίσας, ἀλλὰ καὶ νόμους καὶ πολιτείαν ἀποδοὺς καὶ τοῖς θεοῖς
θύσας, ἀνεχώρησεν ἡμέρᾳ τρίτῃ,
πυθόμενος ἐν
Μακεδονίᾳ πολὺν πόλεμον εἶναι καὶ πορ[
51.2]θεῖσθαι
τὴν χώραν ὑπὸ τῶν βαρβάρων.
ἤδη δὲ καὶ τὸ
νόσημα κατεῖχεν αὐτόν, εἰς φθίσιν ἐκβεβηκὸς ἰσχυρὰν καὶ [
51.3] κατάρρουν σύντονον. οὐ μὴν ἀπεῖπεν, ἀλλ’ ἀντήρκεσε πρὸς
τοὺς οἰκείους ἀγῶνας, ὅσον ἐπὶ νίκῃ μεγίστῃ καὶ φόνῳ πλείστῳ τῶν βαρβάρων εὐκλεέστερον
ἀποθανεῖν, ὡς μὲν εἰκός ἐστι καὶ λέγουσιν οἱ περὶ Φύλαρχον, αὐτῇ τῇ περὶ τὸν ἀγῶνα
κραυγῇ τὸ σῶμα προσ[
51.4]αναρρήξας·
[52.1] Κλεομένης δὲ πλέων ἀπὸ Κυθήρων εἰς νῆ[52.2]σον ἑτέραν, Αἰγιαλίαν, κατέσχεν. ὅθεν εἰς Κυρήνην περαιοῦσθαι
μέλλοντος αὐτοῦ, τῶν φίλων εἷς ὄνομα Θηρυκίων, ἀνὴρ πρός τε τὰς πράξεις
φρονήματι κεχρημένος μεγάλῳ καὶ τοῖς λόγοις γεγονώς τις ὑψηλὸς ἀεὶ [
52.3] καὶ μεγάλαυχος, ἐντυχὼν αὐτῷ κατ’ ἰδίαν “τὸν μὲν
κάλλιστον” εἶπεν “ὦ βασιλεῦ θάνατον <τὸν> ἐν τῇ μάχῃ
προηκάμεθα· καίτοι πάντες ἤκουσαν ἡμῶν λεγόντων, ὡς οὐχ ὑπερβήσεται τὸν βασιλέα
τῶν Σπαρτιατῶν Ἀντίγονος [
52.4] εἰ μὴ νεκρόν. ὁ δὲ δεύτερος δόξῃ καὶ ἀρετῇ νῦν ἔτι
πάρεστιν ἡμῖν. ποῖ πλέομεν ἀλογίστως, ἀποφεύγοντες ἐγγὺς ὂν κακὸν καὶ μακρὰν
διώκοντες; εἰ γὰρ οὐκ αἰσχρόν ἐστι δουλεύειν

τοῖς ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου τοὺς ἀφ’ Ἡρακλέους,
πλοῦν πολὺν κερδανοῦμεν Ἀντιγόνῳ παραδόντες ἑαυτούς, ὃν εἰκός
ἐστι Πτολεμαίου διαφέρειν ὅσον [
52.5] Αἰγυπτίων Μακεδόνας. εἰ δ’ ὑφ’ ὧν κεκρατήμεθα τοῖς ὅπλοις οὐκ ἀξιοῦμεν ἄρχεσθαι,
τί τὸν μὴ νενικηκότα δεσπότην ποιοῦμεν αὑτῶν, ἵν’ ἀνθ’ ἑνὸς δυεῖν κακίους φανῶμεν,
Ἀντίγονον μὲν φεύγοντες, Πτολεμαῖον δὲ [
52.6] κολακεύοντες;
ΑΛΕΞΑΝΔΡΟΣ
Ἐγεννήθη δ’ οὖν Ἀλέξανδρος ἱσταμένου μηνὸς Ἑκατομβαιῶνος,
ὃν
Μακεδόνες Λῷον καλοῦσιν, ἕκτῃ,
καθ’ ἣν ἡμέραν ὁ τῆς Ἐφεσίας Ἀρτέμιδος ἐνεπρήσθη νεώς· ᾧ γ’ Ἡγησίας ὁ Μάγνης ἐπιπεφώνηκεν
ἐπιφώνημα κατασβέσαι τὴν πυρκαϊὰν ἐκείνην ὑπὸ ψυχρίας δυνάμενον· εἰκότως γὰρ ἔφη
καταφλεχθῆναι τὸν νεών, τῆς Ἀρτέμιδος ἀσχολουμένης περὶ τὴν Ἀλεξάνδρου μαίωσιν.
ὅσοι δὲ τῶν μάγων ἐν Ἐφέσῳ διατρίβοντες ἔτυχον, τὸ περὶ τὸν νεὼν πάθος ἡγούμενοι
πάθους ἑτέρου σημεῖον εἶναι, διέθεον, τὰ πρόσωπα τυπτόμενοι καὶ βοῶντες ἄτην ἅμα
καὶ συμφορὰν μεγάλην τῇ Ἀσίᾳ τὴν ἡμέραν ἐκείνην τετοκέναι. Φιλίππῳ δ’ ἄρτι
Ποτείδαιαν ᾑρηκότι τρεῖς ἧκον ἀγγελίαι κατὰ τὸν αὐτὸν χρόνον, ἡ μὲν Ἰλλυριοὺς ἡττῆσθαι
μάχῃ μεγάλῃ διὰ Παρμενίωνος, ἡ δ’ Ὀλυμπίασιν ἵππῳ κέλητι νενικηκέναι, τρίτη δὲ
περὶ τῆς Ἀλεξάνδρου γενέσεως. ἐφ’ οἷς ἡδόμενον ὡς εἰκὸς ἔτι μᾶλλον οἱ μάντεις ἐπῆραν,
ἀποφαινόμενοι τὸν παῖδα τρισὶ νίκαις συγγεγεννημένον ἀνίκητον ἔσεσθαι.
[6]Ἐπεὶ δὲ Φιλονίκου
τοῦ Θεσσαλοῦ τὸν Βουκεφάλαν ἀγαγόντος ὤνιον τῷ Φιλίππῳ τρισκαίδεκα ταλάντων,
κατέβησαν εἰς τὸ πεδίον δοκιμάσοντες τὸν ἵππον, ἐδόκει τε χαλεπὸς εἶναι καὶ
κομιδῇ δύσχρηστος, οὔτ’ ἀναβάτην προσιέμενος οὔτε φωνὴν ὑπομένων τινὸς τῶν περὶ
τὸν Φίλιππον …………
εὐθὺς προσδραμὼν τῷ ἵππῳ
καὶ παραλαβὼν τὴν ἡνίαν, ἐπέστρεψε πρὸς τὸν ἥλιον, ὡς ἔοικεν ἐννοήσας ὅτι τὴν
σκιὰν προπίπτουσαν καὶ σαλευομένην ὁρῶν πρὸ αὑτοῦ διαταράττοιτο. μικρὰ δ’ αὐτῷ
παρακαλπάσας καὶ καταψήσας, ὡς ἑώρα πληρούμενον θυμοῦ καὶ πνεύματος, ἀποῤῥίψας ἡσυχῇ
τὴν χλαμύδα καὶ μετεωρίσας αὑτόν, ἀσφαλῶς περιέβη. καὶ μικρὰ μὲν περιλαβὼν ταῖς
ἡνίαις τὸν χαλινόν, ἄνευ πληγῆς καὶ σπαραγμοῦ προσανέστειλεν· ὡς δ’ ἑώρα τὸν ἵππον
ἀφεικότα τὴν ἀπειλήν, ὀργῶντα δὲ πρὸς τὸν δρόμον, ἀφεὶς ἐδίωκεν, ἤδη φωνῇ
θρασυτέρᾳ καὶ ποδὸς κρούσει χρώμενος. τῶν δὲ περὶ τὸν Φίλιππον ἦν ἀγωνία καὶ
σιγὴ τὸ πρῶτον· ὡς δὲ κάμψας ὑπέστρεψεν ὀρθῶς σοβαρὸς καὶ γεγηθώς, οἱ μὲν ἄλλοι
πάντες ἀνηλάλαξαν, ὁ δὲ πατὴρ καὶ δακρῦσαί τι λέγεται πρὸς τὴν χαράν, καὶ
καταβάντος αὐτοῦ τὴν κεφαλὴν φιλήσας
“ὦ παῖ”
φάναι, “ζήτει σεαυτῷ βασιλείαν ἴσην· Μακεδονία γάρ ς’ οὐ χωρεῖ”.
[9]Φιλίππου δὲ στρατεύοντος
ἐπὶ Βυζαντίους, ἦν μὲν ἑκκαιδεκέτης ὁ Ἀλέξανδρος, ἀπολειφθεὶς δὲ κύριος ἐν
Μακεδονίᾳ τῶν
πραγμάτων καὶ τῆς σφραγῖδος,
Μαίδων τε τοὺς ἀφεστῶτας
κατεστρέψατο, καὶ πόλιν ἑλὼν αὐτῶν, τοὺς μὲν βαρβάρους ἐξήλασε, συμμείκτους δὲ
κατοικίσας, Ἀλεξανδρόπολιν προσηγόρευσεν.
Ἐν δὲ Χαιρωνείᾳ τῆς πρὸς τοὺς Ἕλληνας μάχης παρὼν μετέσχε, καὶ
λέγεται πρῶτος ἐνσεῖσαι τῷ ἱερῷ λόχῳ τῶν Θηβαίων. ἔτι δὲ καὶ καθ’ ἡμᾶς ἐδείκνυτο
παλαιὰ παρὰ τὸν Κηφισὸν Ἀλεξάνδρου καλουμένη δρῦς, πρὸς ἣν τότε κατεσκήνωσε, καὶ
τὸ πολυάνδριον οὐ πόῤῥω τῶν
Μακεδόνων ἐστίν. ἐκ μὲν οὖν τούτων ὡς εἰκὸς Φίλιππος ὑπερηγάπα τὸν υἱόν, ὥστε
καὶ χαίρειν τῶν
Μακεδόνων Ἀλέξανδρον μὲν
βασιλέα, Φίλιππον δὲ στρατηγὸν καλούντων.
Αἱ δὲ περὶ τὴν οἰκίαν ταραχαί, διὰ τοὺς γάμους καὶ τοὺς ἔρωτας αὐτοῦ
τρόπον τινὰ τῆς βασιλείας τῇ γυναικωνίτιδι συννοσούσης, πολλὰς αἰτίας καὶ
μεγάλας διαφορὰς παρεῖχον, ἃς ἡ τῆς Ὀλυμπιάδος χαλεπότης, δυσζήλου καὶ
βαρυθύμου γυναικός, ἔτι μείζονας ἐποίει, παροξυνούσης τὸν Ἀλέξανδρον. ἐκφανεστάτην
δ’ Ἄτταλος παρέσχεν ἐν τοῖς Κλεοπάτρας γάμοις, ἣν ὁ Φίλιππος ἠγάγετο παρθένον, ἐρασθεὶς
παρ’ ἡλικίαν τῆς κόρης. θεῖος γὰρ ὢν αὐτῆς ὁ Ἄτταλος, ἐν τῷ πότῳ μεθύων
παρεκάλει τοὺς
Μακεδόνας αἰτεῖσθαι παρὰ θεῶν
γνήσιον ἐκ Φιλίππου καὶ Κλεοπάτρας γενέσθαι διάδοχον τῆς βασιλείας. ἐπὶ τούτῳ
παροξυνθεὶς ὁ Ἀλέξανδρος καὶ εἰπών· “ἡμεῖς δέ σοι κακὴ κεφαλὴ νόθοι δοκοῦμεν;”
ἔβαλε σκύφον ἐπ’ αὐτόν. ὁ δὲ Φίλιππος ἐπ’ ἐκεῖνον ἐξανέστη σπασάμενος τὸ ξίφος,
εὐτυχίᾳ δ’ ἑκατέρου διὰ τὸν θυμὸν καὶ τὸν οἶνον ἔπεσε σφαλείς. ὁ δ’ Ἀλέξανδρος ἐφυβρίζων
“οὗτος μέντοι” εἶπεν “ἄνδρες εἰς Ἀσίαν ἐξ Εὐρώπης παρεσκευάζετο
διαβαίνειν, ὃς ἐπὶ κλίνην ἀπὸ κλίνης διαβαίνων ἀνατέτραπται”. μετὰ ταύτην
τὴν παροινίαν ἀναλαβὼν τὴν Ὀλυμπιάδα καὶ καταστήσας εἰς Ἤπειρον, αὐτὸς ἐν Ἰλλυριοῖς
διέτριβεν. ἐν τούτῳ δὲ Δημάρατος ὁ Κορίνθιος, ξένος ὢν τῆς οἰκίας καὶ παῤῥησίας
μετέχων, ἀφίκετο πρὸς Φίλιππον. μετὰ δὲ τὰς πρώτας δεξιώσεις καὶ φιλοφροσύνας ἐπερωτῶντος
τοῦ Φιλίππου,
πῶς ἔχουσιν ὁμονοίας πρὸς ἀλλήλους οἱ Ἕλληνες,
“πάνυ γοῦν” ἔφη “σοι προσήκει Φίλιππε κήδεσθαι τῆς Ἑλλάδος, ὃς τὸν
οἶκον τὸν σεαυτοῦ στάσεως τοσαύτης καὶ κακῶν ἐμπέπληκας”
. οὕτω δὴ συμφρονήσας ὁ Φίλιππος ἔπεμψε καὶ κατήγαγε πείσας διὰ τοῦ
Δημαράτου τὸν Ἀλέξανδρον.
[11]Παρέλαβε μὲν οὖν ἔτη
γεγονὼς εἴκοσι τὴν βασιλείαν, φθόνους μεγάλους καὶ δεινὰ μίση καὶ κινδύνους
πανταχόθεν ἔχουσαν.
οὔτε γὰρ τὰ βάρβαρα καὶ
πρόσοικα γένη τὴν δούλωσιν ἔφερε, ποθοῦντα τὰς πατρίους βασιλείας, οὔτε τὴν Ἑλλάδα
κρατήσας τοῖς ὅπλοις ὁ Φίλιππος οἷον καταζεῦξαι καὶ τιθασεῦσαι χρόνον ἔσχεν,
ἀλλὰ μόνον μεταβαλὼν καὶ ταράξας τὰ πράγματα πολὺν σάλον ἔχοντα
καὶ κίνησιν ὑπ’ ἀηθείας ἀπέλιπε. φοβουμένων δὲ τῶν
Μακεδόνων τὸν
καιρόν, καὶ τὰ μὲν Ἑλληνικὰ πάντως ἀφεῖναι καὶ μὴ προσβιάζεσθαι τὸν Ἀλέξανδρον
οἰομένων δεῖν, τοὺς δ’ ἀφισταμένους τῶν βαρβάρων ἀνακαλεῖσθαι πρᾴως καὶ
θεραπεύειν τὰς ἀρχὰς τῶν νεωτερισμῶν, αὐτὸς ἀπ’ ἐναντίων λογισμῶν ὥρμησε τόλμῃ
καὶ μεγαλοφροσύνῃ κτᾶσθαι τὴν ἀσφάλειαν καὶ σωτηρίαν τοῖς πράγμασιν, ὡς κἂν ὁτιοῦν
ὑφιέμενος ὀφθῇ τοῦ φρονήματος, ἐπιβησομένων ἁπάντων. τὰ μὲν οὖν βαρβαρικὰ
κινήματα καὶ τοὺς ἐκεῖ πολέμους κατέπαυσεν, ὀξέως ἐπιδραμὼν στρατῷ μέχρι πρὸς τὸν
Ἴστρον, ᾗ καὶ Σύρμον ἐνίκησε μάχῃ μεγάλῃ τὸν βασιλέα τῶν Τριβαλλῶν· Θηβαίους δ’
ἀφεστάναι πυθόμενος καὶ συμφρονεῖν αὐτοῖς Ἀθηναίους, εὐθὺς ἦγε διὰ Πυλῶν τὴν
δύναμιν, εἰπὼν ὅτι Δημοσθένει, παῖδα μὲν αὐτὸν ἕως ἦν ἐν Ἰλλυριοῖς καὶ Τριβαλλοῖς
ἀποκαλοῦντι, μειράκιον δὲ περὶ Θετταλίαν γενόμενον, βούλεται πρὸς τοῖς Ἀθηναίων
τείχεσιν ἀνὴρ φανῆναι. προσμείξας δὲ ταῖς Θήβαις καὶ διδοὺς ἔτι τῶν πεπραγμένων
μετάνοιαν, ἐξῄτει Φοίνικα καὶ Προθύτην καὶ τοῖς μεταβαλλομένοις πρὸς αὐτὸν ἄδειαν
ἐκήρυττε. τῶν δὲ Θηβαίων ἀντεξαιτούντων μὲν παρ’ αὐτοῦ Φιλώταν καὶ Ἀντίπατρον,
κηρυττόντων δὲ τοὺς τὴν Ἑλλάδα βουλομένους συνελευθεροῦν τάττεσθαι μετ’ αὐτῶν,
οὕτως ἔτρεψε τοὺς
Μακεδόνας πρὸς πόλεμον. ἠγωνίσθη μὲν οὖν ὑπὲρ δύναμιν ἀρετῇ καὶ
προθυμίᾳ τὰ παρὰ τῶν
Θηβαίων, πολλαπλασίοις οὖσι τοῖς πολεμίοις ἀντιταχθέντων· ἐπεὶ δὲ
καὶ τὴν Καδμείαν ἀφέντες οἱ φρουροὶ τῶν
Μακεδόνων ἐπέπιπτον αὐτοῖς ἐξόπισθεν, κυκλωθέντες οἱ πλεῖστοι κατὰ τὴν
μάχην αὐτὴν ἔπεσον, ἡ δὲ πόλις ἥλω καὶ διαρπασθεῖσα κατεσκάφη, τὸ μὲν ὅλον
προσδοκήσαντος αὐτοῦ τοὺς Ἕλληνας ἐκπλαγέντας πάθει τηλικούτῳ καὶ πτήξαντας ἀτρεμήσειν,
ἄλλως δὲ καὶ καλλωπισαμένου χαρίζεσθαι τοῖς τῶν συμμάχων ἐγκλήμασι· καὶ γὰρ
Φωκεῖς καὶ Πλαταιεῖς τῶν Θηβαίων κατηγόρησαν. ὑπεξελόμενος δὲ τοὺς ἱερεῖς καὶ
τοὺς ξένους τῶν
Μακεδόνων ἅπαντας καὶ τοὺς ἀπὸ Πινδάρου γεγονότας καὶ τοὺς ὑπεναντιωθέντας
τοῖς ψηφισαμένοις τὴν ἀπόστασιν, ἀπέδοτο τοὺς ἄλλους, περὶ τρισμυρίους
γενομένους· οἱ δ’ ἀποθανόντες ὑπὲρ ἑξακισχιλίους ἦσαν.
[16]Ἐν δὲ τούτῳ τῶν
Δαρείου στρατηγῶν μεγάλην δύναμιν ἡθροικότων καὶ παρατεταγμένων ἐπὶ τῇ διαβάσει
τοῦ Γρανικοῦ, μάχεσθαι μὲν ἴσως ἀναγκαῖον ἦν, ὥσπερ ἐν πύλαις τῆς Ἀσίας, περὶ τῆς
εἰσόδου καὶ ἀρχῆς· τοῦ δὲ ποταμοῦ τὸ βάθος καὶ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν
πέραν ὄχθων, πρὸς οὓς ἔδει γίνεσθαι τὴν ἀπόβασιν μετὰ μάχης, τῶν πλείστων
δεδιότων, ἐνίων δὲ καὶ τὸ περὶ τὸν μῆνα νενομισμένον οἰομένων δεῖν φυλάξασθαι,
(Δαισίου γὰρ οὐκ εἰώθεισαν οἱ βασιλεῖς τῶν
Μακεδόνων ἐξάγειν τὴν στρατιάν), τοῦτο μὲν ἐπηνωρθώσατο, κελεύσας
δεύτερον Ἀρτεμίσιον ἄγειν·
……. ἑτέραν δὲ
τὸν Σπιθριδάτην πάλιν ἐπαιρόμενον ἔφθασε Κλεῖτος ὁ μέλας τῷ ξυστῷ διελάσας
μέσον· ὁμοῦ δὲ καὶ Ῥοισάκης ἔπεσεν, ὑπ’ Ἀλεξάνδρου ξίφει πληγείς. ἐν τούτῳ δὲ
κινδύνου καὶ ἀγῶνος οὔσης τῆς ἱππομαχίας, ἥ τε φάλαγξ διέβαινε τῶν
Μακεδόνων, καὶ συνῆγον αἱ πεζαὶ
δυνάμεις. οὐ μὴν ὑπέστησαν εὐρώστως οὐδὲ πολὺν χρόνον,
ἀλλ’ ἔφυγον τραπόμενοι πλὴν τῶν μισθοφόρων Ἑλλήνων· οὗτοι δὲ πρός τινι λόφῳ συστάντες, ᾔτουν τὰ πιστὰ τὸν Ἀλέξανδρον.
ὁ δὲ θυμῷ μᾶλλον ἢ λογισμῷ πρῶτος ἐμβαλών, τόν θ’ ἵππον ἀποβάλλει ξίφει
πληγέντα διὰ τῶν πλευρῶν (ἦν δ’ ἕτερος, οὐχ ὁ Βουκεφάλας), καὶ τοὺς πλείστους τῶν
ἀποθανόντων καὶ τραυματισθέντων ἐκεῖ συνέβη κινδυνεῦσαι καὶ πεσεῖν, πρὸς ἀνθρώπους
ἀπεγνωκότας καὶ μαχίμους συμπλεκομένους. λέγονται δὲ πεζοὶ μὲν δισμύριοι τῶν
βαρβάρων, ἱππεῖς δὲ δισχίλιοι πεντακόσιοι πεσεῖν. τῶν δὲ περὶ τὸν Ἀλέξανδρον Ἀριστόβουλός
φησι τέσσαρας καὶ τριάκοντα νεκροὺς γενέσθαι τοὺς πάντας, ὧν ἐννέα πεζοὺς εἶναι.
τούτων μὲν οὖν ἐκέλευσεν εἰκόνας ἀνασταθῆναι χαλκᾶς, ἃς Λύσιππος εἰργάσατο.
κοινούμενος δὲ τὴν νίκην τοῖς Ἕλλησιν, ἰδίᾳ μὲν τοῖς Ἀθηναίοις ἔπεμψε τῶν αἰχμαλώτων
τριακοσίας ἀσπίδας, κοινῇ δὲ τοῖς ἄλλοις λαφύροις ἐκέλευσεν ἐπιγράψαι
φιλοτιμοτάτην ἐπιγραφήν· “Ἀλέξανδρος ὁ
Φιλίππου καὶ οἱ Ἕλληνες πλὴν Λακεδαιμονίων ἀπὸ τῶν βαρβάρων τῶν τὴν Ἀσίαν
κατοικούντων”
. ἐκπώματα δὲ καὶ πορφύρας καὶ ὅσα τοιαῦτα τῶν
Περσικῶν ἔλαβε, πάντα τῇ μητρὶ πλὴν ὀλίγων ἔπεμψεν.
[20]Ἦν δέ τις ἐν τῷ
Δαρείου στρατῷ πεφευγὼς ἐκ
Μακεδονίας ἀνὴρ Μακεδών, Ἀμύντας, οὐκ ἄπειρος τῆς Ἀλεξάνδρου φύσεως. οὗτος ὡρμημένον ἰδὼν
Δαρεῖον εἴσω τῶν στενῶν βαδίζειν ἐπ’ Ἀλέξανδρον, ἐδεῖτο κατὰ χώραν ὑπομένειν ἐν
πλάτος ἔχουσι πεδίοις καὶ ἀναπεπταμένοις, πρὸς ἐλάττονας πλήθει τοσούτῳ
διαμαχούμενον.
……. καὶ κατέλαβε
τοὺς
Μακεδόνας τὸν μὲν ἄλλον πλοῦτον
ἐκ τοῦ βαρβαρικοῦ στρατοπέδου φέροντας καὶ ἄγοντας, ὑπερβάλλοντα πλήθει, καίπερ
εὐζώνων πρὸς τὴν μάχην παραγενομένων καὶ τὰ πλεῖστα τῆς ἀποσκευῆς ἐν Δαμασκῷ
καταλιπόντων, τὴν δὲ Δαρείου σκηνὴν ἐξῃρηκότας ἐκείνῳ, θεραπείας τε λαμπρᾶς καὶ
παρασκευῆς καὶ χρημάτων πολλῶν γέμουσαν.
[24]Μετὰ δὲ τὴν μάχην
τὴν ἐν Ἰσσῷ πέμψας εἰς Δαμασκόν, ἔλαβε τὰ χρήματα καὶ τὰς ἀποσκευὰς καὶ τὰ
τέκνα καὶ τὰς γυναῖκας τῶν Περσῶν. καὶ πλεῖστα μὲν ὠφελήθησαν οἱ τῶν Θεσσαλῶν ἱππεῖς·
τούτους γὰρ ἄνδρας ἀγαθοὺς διαφερόντως ἐν τῇ μάχῃ γενομένους ἔπεμψεν ἐπίτηδες, ὠφεληθῆναι
βουλόμενος· ἐνεπλήσθη δὲ καὶ τὸ λοιπὸν εὐπορίας στρατόπεδον, καὶ γευσάμενοι
τότε πρῶτον οἱ
Μακεδόνες χρυσοῦ καὶ ἀργύρου καὶ γυναικῶν καὶ διαίτης βαρβαρικῆς, ὥσπερ
κύνες ἔσπευδον ἁψάμενοι στίβου διώκειν καὶ ἀνιχνεύειν τὸν τῶν Περσῶν πλοῦτον.
Ἡ μὲν οὖν σελήνη τοῦ
Βοηδρομιῶνος ἐξέλιπε περὶ τὴν τῶν μυστηρίων τῶν Ἀθήνησιν ἀρχήν, ἑνδεκάτῃ δ’ ἀπὸ
τῆς ἐκλείψεως νυκτὶ τῶν στρατοπέδων ἀλλήλων ἐν ὄψει γεγονότων, Δαρεῖος μὲν ἐν ὅπλοις
συνεῖχε τὴν δύναμιν, ὑπὸ λαμπάδων ἐπιπορευόμενος τὰς τάξεις· Ἀλέξανδρος δὲ τῶν
Μακεδόνων ἀναπαυομένων αὐτὸς πρὸ
τῆς σκηνῆς μετὰ τοῦ μάντεως Ἀριστάνδρου διέτριβεν, ἱερουργίας τινὰς ἀποῤῥήτους ἱερουργούμενος
καὶ τῷ Φόβῳ σφαγιαζόμενος.
Ἔσχε γὰρ ὁ ἀγὼν ὑποτροπὴν
καὶ σάλον ἐν τῷ εὐωνύμῳ κέρατι κατὰ Παρμενίωνα, τῆς Βακτριανῆς ἵππου ῥόθῳ πολλῷ
καὶ μετὰ βίας παρεμπεσούσης εἰς τοὺς
Μακεδόνας, Μαζαίου δὲ περιπέμψαντος ἔξω τῆς φάλαγγος ἱππεῖς τοῖς
σκευοφυλακοῦσι προσβαλοῦντας. διὸ καὶ θορυβούμενος ὑπ’ ἀμφοτέρων ὁ Παρμενίων ἀπέστειλε
πρὸς Ἀλέξανδρον ἀγγέλους, φράζοντας οἴχεσθαι τὸν χάρακα καὶ τὰς ἀποσκευάς, εἰ μὴ
κατὰ τάχος βοήθειαν ἰσχυρὰν ἀπὸ τοῦ στόματος πέμψειε τοῖς ὄπισθεν. ἔτυχε μὲν οὖν
κατ’ ἐκεῖνο καιροῦ τοῖς περὶ αὐτὸν ἐφόδου διδοὺς σημεῖον·
 οἱ δ’ ἑπόμενοι
κώμῳ καὶ βοῇ περιίσταντο τὰ βασίλεια, καὶ τῶν ἄλλων
Μακεδόνων οἱ πυνθανόμενοι
συνέτρεχον μετὰ λαμπάδων χαίροντες. ἤλπιζον γὰρ ὅτι τοῖς οἴκοι προσέχοντός ἐστι
τὸν νοῦν καὶ μὴ μέλλοντος ἐν βαρβάροις οἰκεῖν τὸ πιμπράναι τὰ βασίλεια καὶ
διαφθείρειν. οἱ μὲν οὕτω ταῦτα γενέσθαι φασίν, οἱ δ’ ἀπὸ γνώμης· ὅτι δ’ οὖν
μετενόησε ταχὺ καὶ κατασβέσαι προσέταξεν, ὁμολογεῖται.
[39]Φύσει δ’ ὢν
μεγαλοδωρότατος, ἔτι μᾶλλον ἐπέδωκεν εἰς τοῦτο τῶν πραγμάτων αὐξομένων· καὶ
προσῆν ἡ φιλοφροσύνη, μεθ’ ἧς μόνης ὡς ἀληθῶς οἱ διδόντες χαρίζονται.
μνησθήσομαι δ’ ὀλίγων. Ἀρίστων ὁ τῶν
Παιόνων ἡγούμενος, ἀποκτείνας πολέμιον ἄνδρα καὶ τὴν κεφαλὴν ἐπιδειξάμενος
αὐτῷ, “τοῦτ’” εἶπεν “ὦ βασιλεῦ παρ’ ἡμῖν ἐκπώματος χρυσοῦ τιμᾶται
τὸ δῶρον”. ὁ δ’ Ἀλέξανδρος γελάσας “κενοῦ γ’” εἶπεν, “ἐγὼ
δέ σοι μεστὸν ἀκράτου προπίομαι”. τῶν δὲ πολλῶν τις
Μακεδόνων ἤλαυνεν ἡμίονον,
βασιλικὸν χρυσίον κομίζοντα· 
Οὕτω δὴ καὶ τὴν δίαιταν ἔτι μᾶλλον ὡμοίου τε τοῖς ἐπιχωρίοις ἑαυτόν,
ἐκείνους τε προσῆγε τοῖς
Μακεδονικοῖς ἔθεσιν, ἀνακράσει καὶ κοινωνίᾳ μᾶλλον δι’ εὐνοίας καταστήσεσθαι τὰ
πράγματα νομίζων ἢ βίᾳ, μακρὰν ἀπαίροντος αὐτοῦ.
διὸ καὶ τρισμυρίους παῖδας ἐπιλεξάμενος ἐκέλευσε γράμματά τε μανθάνειν Ἑλληνικὰ καὶ Μακεδονικοῖς ὅπλοις
ἐντρέφεσθαι
, πολλοὺς ἐπιστάτας καταστήσας, καὶ τὰ περὶ Ῥωξάνην ἔρωτι
μὲν ἐπράχθη, καλὴν καὶ ὡραίαν ἔν τινι χορῷ παρὰ πότον ὀφθεῖσαν, ἔδοξε δ’ οὐκ ἀνάρμοστα
τοῖς ὑποκειμένοις εἶναι πράγμασιν. ἐθάῤῥησαν γὰρ οἱ βάρβαροι τῇ κοινωνίᾳ τοῦ
γάμου, καὶ τὸν Ἀλέξανδρον ὑπερηγάπησαν, ὅτι σωφρονέστατος περὶ ταῦτα γεγονὼς οὐδ’
ἧς μόνης ἡττήθη γυναικὸς ἄνευ νόμου θιγεῖν ὑπέμεινεν.
Ἐπεὶ δὲ καὶ τῶν φίλων ἑώρα τῶν μεγίστων Ἡφαιστίωνα μὲν ἐπαινοῦντα
καὶ συμμετακοσμούμενον αὐτῷ, Κρατερὸν δὲ τοῖς πατρίοις ἐμμένοντα, δι’ ἐκείνου μὲν
ἐχρημάτιζε τοῖς βαρβάροις, διὰ τούτου δὲ τοῖς
Ἕλλησι καὶ τοῖς Μακεδόσι· καὶ ὅλως τὸν μὲν ἐφίλει μάλιστα, τὸν δ’ ἐτίμα, νομίζων καὶ λέγων
ἀεί, τὸν μὲν Ἡφαιστίωνα φιλαλέξανδρον εἶναι, τὸν δὲ Κρατερὸν φιλοβασιλέα.
Λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι
κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου
Μακεδόνας ὁ Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν, ὥστ’ ἀνισταμένους
κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπ’ αὐτόν· εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι,
κατ’ Εὐριπίδην, τὸν λαβόντα τῶν λόγων
καλὰς ἀφορμὰς οὐ μέγ’ ἔργον
εὖ λέγειν·
“ἀλλ’ ἔνδειξαι” φάναι “τὴν σαυτοῦ δύναμιν ἡμῖν
κατηγορήσας
Μακεδόνων, ἵνα καὶ βελτίους
γένωνται μαθόντες ἃ πλημμελοῦσιν”. οὕτω δὴ τὸν ἄνδρα πρὸς τὴν παλινῳδίαν
τραπόμενον πολλὰ παῤῥησιάσασθαι κατὰ τῶν
Μακεδόνων, καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ
Φίλιππον αὐξήσεως καὶ δυνάμεως, εἰπεῖν·
ἐν δὲ διχοστασίῃ καὶ ὁ
πάγκακος ἔλλαχε τιμῆς·
ἐφ’ ᾧ πικρὸν καὶ βαρὺ τοῖς Μακεδόσιν ἐγγενέσθαι μῖσος, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν, ὡς οὐ τῆς δεινότητος
ὁ Καλλισθένης, ἀλλὰ τῆς δυσμενείας
Μακεδόσιν ἀπόδειξιν δέδωκε.
74…ὁ
δ’ Ἀλέξανδρος ὠργίσθη, καὶ δραξάμενος αὐτοῦ τῶν τριχῶν σφόδρα ταῖς χερσὶν ἀμφοτέραις,
ἔπαισε τὴν κεφαλὴν πρὸς τὸν τοῖχον. αὖθις δὲ πρὸς τοὺς κατηγοροῦντας Ἀντιπάτρου
λέγειν τι βουλόμενον τὸν Κάσανδρον ἐκκρούων, “τί λέγεις;” ἔφη·
“τοσαύτην ὁδὸν ἀνθρώπους μηδὲν ἀδικουμένους, ἀλλὰ συκοφαντοῦντας ἐλθεῖν;”
φήσαντος δὲ τοῦ Κασάνδρου τοῦτ’ αὐτὸ σημεῖον εἶναι τοῦ συκοφαντεῖν, ὅτι μακρὰν ἥκουσι
τῶν ἐλέγχων, ἀναγελάσας ὁ Ἀλέξανδρος “ταῦτ’ ἐκεῖνα” ἔφη
“σοφίσματα τῶν Ἀριστοτέλους εἰς ἑκάτερον τὸν λόγον, οἰμωξομένων, ἂν καὶ
μικρὸν ἀδικοῦντες τοὺς ἀνθρώπους φανῆτε”. τὸ δ’ ὅλον οὕτω φασὶ δεινὸν ἐνδῦναι
καὶ δευσοποιὸν ἐγγενέσθαι τῇ ψυχῇ τοῦ Κασάνδρου τὸ δέος, ὥσθ’ ὕστερον χρόνοις
πολλοῖς,
ἤδη Μακεδόνων βασιλεύοντα καὶ κρατοῦντα τῆς Ἑλλάδος, ἐν Δελφοῖς περιπατοῦντα καὶ θεώμενον τοὺς ἀνδριάντας, εἰκόνος Ἀλεξάνδρου
φανείσης ἄφνω πληγέντα φρῖξαι καὶ κραδανθῆναι τὸ σῶμα, καὶ μόλις ἀναλαβεῖν ἑαυτόν,
ἰλιγγιάσαντα πρὸς τὴν ὄψιν.
 76….τῇ δεκάτῃ φθίνοντος ταὐτὰ
ποιήσας, μᾶλλον ἀνεφλέχθη, καὶ τὴν νύκτα βαρέως ἔσχε, καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἐπύρεττε
σφόδρα. καὶ μεταρθεὶς κατέκειτο παρὰ τὴν μεγάλην κολυμβήθραν, ὅτε δὴ τοῖς ἡγεμόσι
διελέχθη περὶ τῶν ἐρήμων ἡγεμονίας τάξεων, ὅπως καταστήσωσι δοκιμάσαντες. ἑβδόμῃ
σφόδρα πυρέττων, ἔθυσεν ἐξαρθεὶς πρὸς τὰ ἱερά· τῶν δ’ ἡγεμόνων ἐκέλευε τοὺς
μεγίστους διατρίβειν ἐν τῇ αὐλῇ, ταξιάρχους δὲ καὶ πεντακοσιάρχους ἔξω
νυκτερεύειν. εἰς δὲ τὰ πέραν βασίλεια διακομισθείς, τῇ ἕκτῃ μικρὸν ὕπνωσεν, ὁ δὲ
πυρετὸς οὐκ ἀνῆκεν· ἐπελθόντων δὲ τῶν ἡγεμόνων ἦν ἄφωνος, ὁμοίως δὲ καὶ τὴν
πέμπτην. διὸ καὶ τοῖς
Μακεδόσιν
ἔδοξε τεθνάναι, καὶ κατεβόων ἐλθόντες ἐπὶ τὰς θύρας, καὶ διηπειλοῦντο τοῖς ἑταίροις,
ἕως ἐβιάσαντο, καὶ τῶν θυρῶν αὐτοῖς ἀνοιχθεισῶν, ἐν τοῖς χιτῶσι καθ’ ἕνα πάντες
παρὰ τὴν κλίνην παρεξῆλθον. ταύτης δὲ τῆς ἡμέρας οἱ περὶ Πύθωνα καὶ Σέλευκον εἰς
τὸ Σεραπεῖον ἀποσταλέντες, ἠρώτων εἰ κομίσωσιν ἐκεῖ τὸν Ἀλέξανδρον, ὁ δὲ θεὸς
κατὰ χώραν ἐᾶν ἀνεῖλε. τῇ δὲ τρίτῃ φθίνοντος πρὸς δείλην ἀπέθανε.
ΚΑΙΣΑΡ
[4] Ἐπανελθὼν δἀπὸ τῆς Ἑλλάδος εἰς Ῥώμην,
Δολοβέλλαν
ἔκρινε
κακώσεως
ἐπαρχίας,
καὶ
πολλαὶ
τῶν
πόλεων
μαρτυρίας
αὐτῷ
παρέσχον.

μὲν
οὖν
Δολοβέλλας
ἀπέφυγε
τὴν
δίκην,

δὲ
Καῖσαρ,
ἀμειβόμενος
τὴν
Ἑλλάδα
τῆς
προθυμίας, συνηγόρευσεν αὐτῇ Πόπλιον Ἀντώνιον διωκούσῃ δωροδοκίας ἐπὶ Λευκούλλου Μάρκου τοῦ Μακεδονίας στρατηγοῦ. καὶ τοσοῦτον ἴσχυσεν,
ὥστε
τὸν
Ἀντώνιον
ἐπικαλέσασθαι
τοὺς
δημάρχους, σκηψάμενον οὐκ ἔχειν τὸ ἴσον ἐν τῇ Ἑλλάδι πρὸς Ἕλληνας
39….. εἶπεν ἄρα πρὸς τοὺς φίλους ἀπιὼν Καῖσαρ· “σήμερον ἂν νίκη παρὰ τοῖς πολεμίοις ἦν,
εἰ
τὸν
νικῶντα
εἶχον”.
αὐτὸς
δὲ
παρελθὼν
εἰς
τὴν
σκηνὴν
καὶ
κατακλιθείς, νύκτα πασῶν ἐκείνην ἀνιαροτάτην διήγαγεν ἐν ἀπόροις λογισμοῖς, ὡς κακῶς ἐστρατηγηκώς,
ὅτι καὶ χώρας ἐπικειμένης βαθείας καὶ πόλεων εὐδαιμόνων τῶν Μακεδονικῶν καὶ Θετταλικῶν, ἐάσας ἐκεῖ περισπάσαι τὸν πόλεμον ἐνταῦθα καθέζοιτο πρὸς θαλάττῃ,
ναυκρατούντων
τῶν
πολεμίων
πολιορκούμενος
τοῖς
ἀναγκαίοις
μᾶλλον

τοῖς
ὅπλοις
πολιορκῶν.
ΑΡΙΣΤΕΙΔΗΣ
[15.2] μεσούσης δὲ μάλιστα τῆς νυκτὸς ἀνὴρ ἵππον ἔχων ἀτρέμα προσεμίγνυε τῷ στρατοπέδῳ τῶν Ἑλλήνων: ἐντυχὼν δὲ ταῖς φυλακαῖς ἐκέλευεν αὐτῷ προσελθεῖν Ἀριστείδην τὸν Ἀθηναῖον.
ὑπακούσαντος
δὲ
ταχέως
ἔφησεν:
εἰμὶ μὲν Ἀλέξανδρος Μακεδών, ἥκω δὲ κινδύνων τὸν μέγιστον εὐνοίᾳ τῇ πρὸς ὑμᾶς αἰρόμενος, ὡς μὴ τὸ αἰφνίδιον ἐκπλήξειεν ὑμᾶς χεῖρον ἀγωνίσασθαι.
μαχεῖται
γὰρ
ὑμῖν
Μαρδόνιος
αὔριον,
[
15.3] οὐχ ὑπἐλπίδος χρηστῆς οὐδὲ θάρσους,
ἀλλ
ἀπορίας
τῶν
παρόντων,
ἐπεὶ
καὶ
μάντεις
ἐκεῖνον
ἀπαισίοις
ἱεροῖς
καὶ
λογίοις
χρησμῶν
εἴργουσι
μάχης,
καὶ
τὸν
στρατὸν
ἔχει
δυσθυμία
πολλὴ
καὶ
κατάπληξις. ἀλλἀνάγκη τολμῶντα πειρᾶσθαι τῆς τύχης τὴν ἐσχάτην ὑπομένειν ἀπορίαν καθεζόμενον.”
[
15.4] ταῦτα φράσας Ἀλέξανδρος ἐδεῖτο τὸν Ἀριστείδην αὐτὸν εἰδέναι καὶ μνημονεύειν, ἑτέρῳ δὲ μὴ κατειπεῖν.

δ
οὐ
καλῶς
ἔχειν
ἔφη
ταῦτα
Παυσανίαν
ἀποκρύψασθαι, ἐκείνῳ γὰρ ἀνακεῖσθαι τὴν ἡγεμονίαν, πρὸς δὲ τοὺς ἄλλους ἄῤῥητα πρὸ τῆς μάχης ἔδοξεν ἔσεσθαι,
νικώσης δὲ τῆς Ἑλλάδος οὐδένα τὴν Ἀλεξάνδρου προθυμίαν καὶ ἀρετὴν ἀγνοήσειν. [15.5] λεχθέντων δὲ τούτων τε βασιλεὺς τῶν Μακεδόνων ἀπήλαυνεν ὀπίσω πάλιν, τε Ἀριστείδης ἀφικόμενος ἐπὶ τὴν σκηνὴν τοῦ Παυσανίου διηγεῖτο τοὺς λόγους:
καὶ
μετεπέμποντο
τοὺς
ἄλλους
ἡγεμόνας
καὶ
παρήγγελλον
ἐν
κόσμῳ
τὸν
στρατὸν
ἔχειν,
ὡς
μάχης
ἐσομένης.
ΜΑΡΚΟΣ ΚΑΤΩΝ
[12] Τιβερίῳ μὲν οὖν Σεμπρωνίῳ τὰ περὶ Θρᾴκην καὶ Ἴστρον ὑπατεύοντι πρεσβεύων συγκατειργάσατο, Μανίῳ δἈκιλίῳ χιλιαρχῶν ἐπ
Ἀντίοχον
τὸν
μέγαν
συνεξῆλθεν
εἰς
τὴν
Ἑλλάδα,
φοβήσαντα
Ῥωμαίους
ὡς
οὐδένα
ἕτερον
μετ
Ἀννίβαν.
τὴν
γὰρ
Ἀσίαν
ὅσην

Νικάτωρ
Σέλευκος
εἶχεν
ὀλίγου
δεῖν
ἅπασαν
ἐξ
ὑπαρχῆς
ἀνειληφώς, ἔθνη τε πάμπολλα καὶ μάχιμα βαρβάρων ὑπήκοα πεποιημένος, ἐπῆρτο συμπεσεῖν Ῥωμαίοις ὡς μόνοις ἔτι πρὸς αὐτὸν ἀξιομάχοις οὖσιν.
εὐπρεπῆ δὲ τοῦ πολέμου ποιησάμενος αἰτίαν τοὺς Ἕλληνας ἐλευθεροῦν, οὐδὲν δεομένους, ἀλλἐλευθέρους καὶ αὐτονόμους χάριτι τῇ Ῥωμαίων ἀπὸ Φιλίππου καὶ Μακεδόνων νεωστὶ γεγονότας, διέβη μετὰ δυνάμεως,
καὶ
σάλον
εὐθὺς

Ἑλλὰς
εἶχε
καὶ
μετέωρος
ἦν,
ἐλπίσι
διαφθειρομένη
βασιλικαῖς
ὑπὸ
τῶν
δημαγωγῶν
ΔΗΜΗΤΡΙΟΣ
[39] Δημήτριος δὲ μετὰ Μακεδονίαν καὶ Θετταλίαν ἦν παρειληφώς. ἔχων δὲ καὶ Πελοποννήσου τὰ πλεῖστα καὶ τῶν ἐντὸς Ἰσθμοῦ Μέγαρα καὶ Ἀθήνας,
ἐπὶ
Βοιωτοὺς
ἐστράτευσε. καὶ πρῶτον μὲν ἐγένοντο συμβάσεις μέτριαι περὶ φιλίας πρὸς αὐτόν· 
[41] Ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν, καὶ μήτ
αὐτὸς
ἄγειν
ἡσυχίαν
πεφυκὼς
τούς
τ
ἄλλους
………….. ·
οὐ
γὰρ
οὕτως
μισηθεὶς

Πύρρος
ἀφ
ὧν
ἔπραξεν,
ὡς
θαυμασθεὶς
διὰ
τὸ
πλεῖστα
τῇ
χειρὶ
κατεργάσασθαι, μέγα καὶ λαμπρὸν ἔσχεν ἀπὸ τῆς μάχης ἐκείνης ὄνομα παρὰ τοῖς Μακεδόσι· καὶ πολλοῖς ἐπῄει λέγειν τῶν Μακεδόνων,
ὡς
ἐν
μόνῳ
τούτῳ
τῶν
βασιλέων
εἴδωλον
ἐνορῷτο
τῆς
Ἀλεξάνδρου
τόλμης,
οἱ
δ
ἄλλοι,
καὶ
μάλιστα
Δημήτριος, ὡς ἐπὶ σκηνῆς τὸ βάρος ὑποκρίνοιντο καὶ τὸν ὄγκον τοῦ ἀνδρός.

[43]  δοὖν Δημήτριος ἐπισφαλέστατα
νοσήσας
ἐν
Πέλλῃ, μικροῦ τότε Μακεδονίαν ἀπέβαλε, καταδραμόντος
ὀξέως
Πύρρου
καὶ
μέχρι
Ἐδέσσης
προελθόντος. ἅμα δὲ τῷ κουφότερος γενέσθαι πάνυ ῥᾳδίως ἐξελάσας αὐτόν, ἐποιήσατό τινας ὁμολογίας,
οὐ
βουλόμενος
ἐμποδὼν
ὄντι
συνεχῶς
προσπταίων
καὶ
τοπομαχῶν
ἧττον
εἶναι
πρὸς
οἷς
διενοεῖτο. διενοεῖτο δοὐθὲν ὀλίγον,
ἀλλὰ
πᾶσαν
ἀναλαμβάνειν
τὴν
ὑπὸ
τῷ
πατρὶ
γενομένην
ἀρχήν.
[44] Αἰρομένης οὖν τοσαύτης δυνάμεως ἐπὶ τὴν Ἀσίαν, ὅσην μετ
Ἀλέξανδρον
οὐδεὶς
ἔσχε
πρότερον,
οἱ
τρεῖς
συνέστησαν
ἐπὶ
τὸν
Δημήτριον, Σέλευκος Πτολεμαῖος Λυσίμαχος. ἔπειτα κοινῇ πρὸς Πύρρον ἀποστείλαντες,
ἐκέλευον
ἐξάπτεσθαι
Μακεδονίας
καὶ
μὴ
νομίζειν
σπονδὰς
αἷς
Δημήτριος
οὐκ
ἐκείνῳ
τὸ
μὴ
πολεμεῖσθαι
δέδωκεν,
ἀλλ
εἴληφεν
ἑαυτῷ
τὸ
πολεμεῖν
οἷς
βούλεται
πρότερον.
δεξαμένου
δὲ
Πύρρου,
πολὺς
περιέστη
πόλεμος
ἔτι
μέλλοντα
Δημήτριον. ἅμα γὰρ τὴν μὲν Ἑλλάδα πλεύσας στόλῳ μεγάλῳ Πτολεμαῖος ἀφίστη, Μακεδονίαν δὲ Λυσίμαχος ἐκ Θρᾴκης, ἐκ δὲ τῆς ὁμόρου Πύρρος ἐμβαλόντες ἐλεηλάτουν. δὲ τὸν μὲν υἱὸν ἐπὶ τῆς Ἑλλάδος κατέλιπεν,
αὐτὸς
δὲ
βοηθῶν
Μακεδονίᾳ
πρῶτον
ὥρμησεν
ἐπὶ
Λυσίμαχον. ἀγγέλλεται δαὐτῷ Πύρρος ᾑρηκὼς πόλιν Βέροιαν.
καὶ
τοῦ
λόγου
ταχέως
εἰς
τοὺς
Μακεδόνας
ἐκπεσόντος, οὐδὲν ἔτι τῷ Δημητρίῳ κατὰ κόσμον εἶχεν, ἀλλὰ καὶ ὀδυρμῶν καὶ δακρύων καὶ πρὸς ἐκεῖνον ὀργῆς καὶ βλασφημιῶν μεστὸν ἦν τὸ στρατόπεδον,
καὶ
συμμένειν
οὐκ
ἤθελον,
ἀλλ
ἀπιέναι,
τῷ
μὲν
λόγῳ
πρὸς
τὰ
οἴκοι,
τῇ
δ
ἀληθείᾳ
πρὸς
τὸν
Λυσίμαχον.
ΣΥΚΡΙΣΙΣ ΔΗΜΗΤΡΙΟΥ ΚΑΙ ΑΝΤΩΝΙΟΥ
[2]… Δημήτριος δὲ καί,
πρὶν
εἰς
τύχας
ἐλθεῖν
ἀναγκαίας, ἐλευθερῶν τὴν Ἑλλάδα καὶ τῶν πόλεων ἐξελαύνων τὰς φρουρὰς διετέλεσεν, οὐχ ὥσπερ Ἀντώνιος,
ὅτι
τοὺς
ἐλευθερώσαντας
τὴν
Ῥώμην
ἀπέκτεινεν
ἐν
Μακεδονίᾳ, σεμνυνόμενος.
[4] Ἔτι Δημήτριος μέν, οὐ κεκωλυμένον,
ἀλλ
ἀπὸ
Φιλίππου
καὶ
Ἀλεξάνδρου
γεγονὸς
ἐν
ἔθει
τοῖς
Μακεδόνων
βασιλεῦσιν, ἐγάμει γάμους πλείονας ὥσπερ Λυσίμαχος καὶ Πτολεμαῖος, ἔσχε δὲ διὰ τιμῆς ὅσας ἔγημεν·
ΔΗΜΟΣΘΕΝΗΣ
[16]  δὲ τοῦ Δημοσθένους πολιτεία φανερὰ μὲν ἦν ἔτι καὶ τῆς εἰρήνης ὑπαρχούσης οὐδὲν ἐῶντος ἀνεπιτίμητον τῶν πραττομένων ὑπὸ τοῦ Μακεδόνος, ἀλλ
ἐφ
ἑκάστῳ
χαράττοντος
τοὺς
Ἀθηναίους
καὶ
διακαίοντος
ἐπὶ
τὸν
ἄνθρωπον.
διὸ
καὶ
παρὰ
Φιλίππῳ
πλεῖστος
ἦν
λόγος
αὐτοῦ,
καὶ
ὅτε
πρεσβεύων
δέκατος
ἧκεν
εἰς
Μακεδονίαν, ἤκουσε μὲν ἁπάντων Φίλιππος, ἀντεῖπε δὲ μετὰ πλείστης ἐπιμελείας πρὸς τὸν ἐκείνου λόγον.

[17] Ἐπειδὴ δεἰς τὸ πολεμεῖν ἔρρεπε τὰ πράγματα,
τοῦ
μὲν
Φιλίππου
μὴ
δυναμένου
τὴν
ἡσυχίαν
ἄγειν,
τῶν
δ
Ἀθηναίων
ἐγειρομένων
ὑπὸ
τοῦ
Δημοσθένους, πρῶτον μὲν εἰς Εὔβοιαν ἐξώρμησε τοὺς Ἀθηναίους, καταδεδουλωμένην
ὑπὸ
τῶν
τυράννων
Φιλίππῳ,
καὶ
διαβάντες, ἐκείνου τὸ ψήφισμα γράψαντος, ἐξήλασαν τοὺς Μακεδόνας.
δεύτερον
δὲ
Βυζαντίοις
ἐβοήθησε
καὶ
Περινθίοις
ὑπὸ
τοῦ
Μακεδόνος
πολεμουμένοις, πείσας τὸν δῆμον, ἀφέντα τὴν ἔχθραν καὶ τὸ μεμνῆσθαι τῶν περὶ τὸν συμμαχικὸν ἡμαρτημένων ἑκατέροις πόλεμον,
ἀποστεῖλαι
δύναμιν
αὐτοῖς,
ὑφ
ἧς
ἐσώθησαν
20…..Δημοσθένης Δημοσθένους Παιανιεὺς τάδ
εἶπεν·
ἐκνήψας
δὲ
καὶ
τὸ
μέγεθος
τοῦ
περιστάντος
αὐτὸν
ἀγῶνος
ἐν
νῷ
λαβών,
ἔφριττε
τὴν
δεινότητα
καὶ
τὴν
δύναμιν
τοῦ
ῥήτορος,
ἐν
μέρει
μικρῷ
μιᾶς
ἡμέρας
τὸν
ὑπὲρ
τῆς
ἡγεμονίας
καὶ
τοῦ
σώματος
ἀναρρῖψαι
κίνδυνον
ἀναγκασθεὶς
ὑπ
αὐτοῦ.
διῖκτο
δ

δόξα
μέχρι
τοῦ
Περσῶν
βασιλέως,
κἀκεῖνος
ἔπεμψε
τοῖς
σατράπαις
ἐπὶ
θάλασσαν
γράμματα
καὶ
χρήματα,
Δημοσθένει
διδόναι
κελεύων
καὶ
προσέχειν
ἐκείνῳ
μάλιστα
τῶν
Ἑλλήνων,
ὡς
περισπάσαι
δυναμένῳ
καὶ
κατασχεῖν
ταῖς
Ἑλληνικαῖς
ταραχαῖς
τὸν
Μακεδόνα. ταῦτα μὲν οὖν ὕστερον ἐφώρασεν Ἀλέξανδρος, ἐν Σάρδεσιν ἐπιστολάς τινας ἀνευρὼν τοῦ Δημοσθένους καὶ γράμματα τῶν βασιλέως στρατηγῶν,
δηλοῦντα
τὸ
πλῆθος
τῶν
δοθέντων
αὐτῷ
χρημάτων.

30……
κατέστρεψε
δ
ἕκτῃ
ἐπὶ
δέκα
τοῦ
Πυανεψιῶνος
μηνός,
ἐν

τὴν
σκυθρωποτάτην
τῶν
Θεσμοφορίων
ἡμέραν
ἄγουσαι
παρὰ
τῇ
θεῷ
νηστεύουσιν
αἱ
γυναῖκες.
Τούτῳ
μὲν
οὖν
ὀλίγον
ὕστερον